18. Ἀρχιδαμίδου
[18.1] Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χάριλλον,[76] ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, “καὶ πῶς τις,” ἔφη, “δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;”ν
[18.2] μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον αὐτῶν οὐδὲν ἔλεγεν, “ἀγνοεῖν μοι δοκεῖς,” εἶπεν, “ὅτι ὁ εἰδὼς λόγον καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.”