Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 14. Ἀνταλκίδου

14. Ἀνταλκίδου

[14.1] Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς [217d] ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, “εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται,” εἶπεν, “αὐτοὶ οἱ θεοί.”

[14.2] πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον, “μόνοι γοῦν,” εἶπεν, “ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.”

[14.3] ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, “ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν,” “ἡμεῖς δέ,” ἔφη, “οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.”

[14.4] ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, “εἰ ἥδιστα μέν,” ἔφη, “αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.”

[14.5] σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον [217e] Ἡρακλέους, “τίς γὰρ αὐτόν,” ἔφη, “ψέγει;”ν

[14.6] πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων, “ἀπέχεις,” εἶπε, “τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας.” ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.

[14.7] τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.

[14.8] πρὸς δὲ τὸν ἐπιζητοῦντα διὰ τί[74] ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, “διότι,” εἶπε, “πλησίον τοῖς πολεμίοις μαχόμεθα.”