Ἀποφθέγματα Λακωνικά
1. Ἀγασικλέους
[208b]
[1.1] Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη, “τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἶναι[1] καὶ υἱός.”
[1.2] πρὸς δὲ τὸν εἰπόντα πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, “ἐὰν οὕτως,” ἔφη, “αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.”