90. Κικέρωνος
[90.1] Κικέρων ὁ ῥήτωρ εἰς τοὔνομα σκωπτόμενος καὶ τῶν φίλων μεταθέσθαι κελευόντων, ἔφη τὸν Κικέρωνα ποιήσειν τῶν Κατώνων καὶ τῶν Κάτλων καὶ τῶν Σκαύρων ἐνδοξότερον.
[90.2] ἔκπωμα δὲ ἀργυροῦν τοῖς θεοῖς ἀνατιθεὶς [204f] τὰ μὲν πρῶτα τῶν ὀνομάτων γράμμασιν ἐσήμανεν, ἀντὶ δὲ τοῦ Κικέρωνος ἐρέβινθον ἐτόρευσε.
[90.3] τῶν δὲ ῥητόρων τοὺς μέγα βοῶντας ἔλεγε διʼ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὡς χωλοὺς ἀναβαίνειν ἐφʼ ἵππον.
[90.4] Οὐέρρου δὲ υἱὸν ἔχοντος οὐκ εὖ κεχρημένον ἐφʼ ὥρᾳ τῷ σώματι, τὸν δὲ Κικέρωνα λοιδοροῦντος εἰς μαλακίαν καὶ κίναιδον ἀποκαλοῦντος, “ἀγνοεῖς ” εἶπεν “ὅτι προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι;”
[90.5] Μετέλλου δὲ Νέπωτος εἰπόντος πρὸς αὐτὸν ὅτι “πλείονας μαρτυρῶν ἀπέκτονας ἢ συνηγορῶν [205a] σέσωκας”, “καὶ γὰρ ἔστιν” ἔφη “πλεῖον ἐμοὶ πίστεως ἢ λογιότητος.”
[90.6] ἐρωτῶντος δὲ τοῦ Μετέλλου τίς αὐτοῦ πατήρ ἐστι, “ταύτην” ἔφη “τὴν ἀπόκρισιν χαλεπωτέραν ἡ σὴ μήτηρ πεποίηκεν.” ἦν γὰρ ἡ τοῦ Μετέλλου ἀκόλαστος, ὁ δὲ Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος καὶ φερόμενος ταῖς ὁρμαῖς.
[90.7] Διοδότῳ δὲ τῷ διδασκάλῳ τῶν ῥητορικῶν ἀποθανόντι κόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ, δικαίαν ἔφη “τὴν ἀμοιβὴν γεγονέναι· πέτεσθαι γὰρ τοῦτον οὐ λέγειν ἐδίδαξεν.”
[90.8] Οὐατίνιον δὲ ἄνθρωπον ἑαυτῷ διάφορον καὶ [205b] μοχθηρὸν ἄλλως ἀκούσας ὅτι τέθνηκεν, εἶτα γνοὺς ὕστερον ὅτι ζῇ, “κακός” εἶπεν “ἀπόλοιτο κακῶς ὁ [106] ψευσάμενος”
[90.9] πρὸς δὲ τὸν δοκοῦντα Λίβυν ἀπὸ γένους εἶναι, φήσαντα δὲ αὐτοῦ μὴ ἀκούειν λέγοντος, “καὶ μὴν οὐκ ἀτρύπητον ἔχεις τὸ οὖς” εἶπε.
[90.10] Κάστον δὲ Ποπίλλιον [107] νομικὸν εἶναι βουλόμενον, ὄντα δὲ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός τινα δίκην· εἰπόντος δὲ ἐκείνου μηδὲν γινώσκειν, “οἴει γὰρ ἴσως” εἶπε “περὶ τῶν νομίμων [108] ἐπερωτᾶσθαι.”
[90.11] Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, “καὶ μὴν ἡ σφίγξ” ἔφη [205c] “παρὰ σοί ἐστιν.”
[90.12] Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν “Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα. [109] ”
[90.13] Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, “ταύτην” ἔφη “μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν αὐτοῦ.”
[90.14] Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη “γινώσκω ὃν φύγω, μὴ γινώσκων πρὸς ὃν φύγω.”
[90.15] καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον, [205d] οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.
[90.16] γενόμενος δʼ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν, ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν ἀπολέλοιπεν ἔφη “παρὰ τῷ σῷ πενθερῷ.”
[90.17] μεταβαλομένου δέ τινος ἀπὸ Καίσαρος πρὸς τὸν Πομπήιον, λέγοντος ὑπὸ σπουδῆς καὶ προθυμίας ἀπολελοιπέναι τὸν ἵππον, βέλτιον ἔφη αὐτὸν περὶ τοῦ ἵππου βεβουλεῦσθαι.
[90.18] πρὸς δὲ τὸν ἀπαγγέλλοντα τοὺς Καίσαρος φίλους σκυθρωποὺς εἶναι “λέγεις” ἔφη “δυσνοεῖν αὐτοὺς Καίσαρι.” [205e]
[90.19] μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος, Νωνίου δέ τινος ἔτι παρʼ αὑτοῖς [110] ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, “καλῶς ἂν παρῄνεις” εἶπεν “εἰ κολοιοῖς ἐπολεμοῦμεν.”
[90.20] ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη περὶ αὐτοῦ λέγων ὁ Κικέρων ὅτι “τοὺς [111] Πομπηίου Καῖσαρ ἀνδριάντας ἱστὰς τοὺς ἑαυτοῦ πήγνυσιν.”
[90.21] οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς [205f] ἡμέρας, Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.