Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 88. Λευκούλλου

88. Λευκούλλου

[88.1] Λεύκουλλος ἐν Ἀρμενίᾳ μετὰ μυρίων ὁπλιτῶν καὶ χιλίων ἱππέων ἐπὶ Τιγράνην ἐχώρει πεντεκαίδεκα μυριάδας στρατιᾶς ἔχοντα τῇ πρὸ μιᾶς νοννῶν [96] ὀκτωβρίων, ἐν ᾗ πρότερον ὑπὸ Κίμβρων ἡ μετὰ Καιπίωνος [97] διεφθάρη δύναμις. εἰπόντος δέ τινος ὅτι Ῥωμαῖοι τὴν ἡμέραν ἀφοσιοῦνται καὶ δεδοίκασιν, “οὐκοῦν” ἔφη “σήμερον ἀγωνισώμεθα προθύμως, ἵνα καὶ ταύτην ἐξ ἀποφράδος καὶ σκυθρωπῆς ποιήσωμεν ἱλαρὰν καὶ προσφιλῆ Ῥωμαίοις. ”

[88.2] τοὺς δὲ καταφράκτους μάλιστα φοβουμένων [203b] τῶν στρατιωτῶν ἐκέλευσε θαρρεῖν· πλεῖον γὰρ ἔργον εἶναι τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι προσβὰς δὲ τῷ λόφῳ πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε “νενικήκαμεν, ὦ συστρατιῶται·” καὶ μηδενὸς ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας, τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.