83. Καικιλίου Μετέλλου
[83.1] Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν, εἰπόντος ἑκατοντάρχου πρὸς αὐτὸν [202a] ὡς, ἐὰν δέκα μόνους ἀποβάλῃ, λήψεται τὸ χωρίον, ἠρώτησεν αὐτὸν εἰ βούλοιτο εἷς τῶν δέκα γενέσθαι
[83.2] τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου τί μέλλει ποιεῖν, “εἰ τοῦτο” [91] ἔφη “συνειδέναι μοι τὸν χιτωνίσκον ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἐπέθηκα.”
[83.3] Σκιπίωνι δὲ ζῶντι πολεμῶν, ἀποθανόντος ἠχθέσθη, καὶ τοὺς μὲν υἱοὺς ἐκέλευσεν ὑποδύντας ἄρασθαι τὸ λέχος, τοῖς δὲ θεοῖς ἔφη χάριν ἔχειν ὑπὲρ τῆς Ῥώμης, ὅτι παρʼ ἄλλοις οὐκ ἐγένετο Σκιπίων.