72. Πελοπίδου
[72.1] Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδᾳ, [57] τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων συναγωγῆς, “ἀναγκαῖα τὰ χρήματα νὴ Δία” εἶπε “τούτῳ” Νικοδήμῳ [58] δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.
[72.2] τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.
[72.3] εἰπόντος δέ τινος τῶν στρατιωτῶν “ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους,” “τί μᾶλλον” εἶπεν “ἢ εἰς ἡμᾶς ἐκεῖνοι;”
[72.4] ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου “σπεύδεις ἀποθανεῖν;” “πάνυ μὲν οὖν” εἶπεν “ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.”
[72.5] Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν, ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον [194e]
[72.6] κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπείραται γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.