Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 70. Ἀνταλκίδου

70. Ἀνταλκίδου

[70.1] Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους “μόνοι γοῦν” εἶπεν “ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.” [192c]

[70.2] ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος “ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν”, “ἡμεῖς δὲ οὐδέποτε” εἶπεν “ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.”

[70.3] σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη “τίς γὰρ αὐτὸν ψέγει;”