Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 68. Ἐυδαμίδου

68. Ἐυδαμίδου

[68.1] Εὐδαμίδας [51] ἰδὼν ἐν Ἀκαδημείᾳ [52] Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, “πότε οὖν” εἶπεν “αὐτῇ χρήσεται;” [192b]

[68.2] πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος, ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, “ὁ μὲν λόγος” ἔφη “θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται.” [53]