Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 64. Κλεομένους

64. Κλεομένους

[64.1]

[191f] Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι “μὴ σύ γε” εἶπεν “ἀλλὰ δός μοι τοὺς κατακτέννοντας ἐν τῷ μάχεσθαι.”