59. Ἀγίδος
[59.1] Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.
[59.2] ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν “ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.”
[59.3] ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, “τί δέ” εἶπε “ποιοῦσι θαυμαστόν, εἰ διʼ ἐτῶν τεσσάρων μιᾷ ἡμέρᾳ χρῶνται [190d] τῇ δικαιοσύνῃ;” ἐπιμενόντων δὲ τοῖς ἐπαίνοις, ἔφη “τί θαυμαστὸν εἰ πράγματι καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;”
[59.4] πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν “ὁ τὶν [46] ἀνομοιότατος.”
[59.5] ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶν οἱ [47] Λακεδαιμόνιοι “ὅσοι” εἶπεν “ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.”
[59.6] καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, “πολλοί σοι” ἔφη “δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους ”.