Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 53. Λυκούργου

53. Λυκούργου

[53.1] Λυκοῦργος ὁ Λακεδαιμόνιος εἴθισε τοὺς πολίτας κομᾶν λέγων ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

[53.2] πρὸς δὲ τὸν κελεύοντα ποιεῖν ἐν τῇ πόλει δημοκρατίαν “σὺ πρῶτος” εἶπεν “ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν. ”

[53.3] ἐκέλευε δὲ τὰς οἰκίας ποιεῖν ἀπὸ πρίονος καὶ πελέκεως μόνον· αἰσχύνεσθαι γὰρ εἰς οἰκίας λιτὰς ἐκπώματα καὶ στρώματα καὶ τραπέζας πολυτελεῖς εἰσφέροντας.

[53.4] πυγμὴν δὲ καὶ παγκράτιον ἀγωνίζεσθαι ἐκώλυσεν, ἵνα μηδὲ παίζοντες ἀπαυδᾶν ἐθίζωνται.

[53.5]

[189f] στρατεύειν δὲ πολλάκις ἐπὶ τοὺς αὐτοὺς ἐκώλυσεν, ὅπως μὴ ποιῶσι μαχιμωτέρους. ὕστερον γοῦν τοῦ Ἀγησιλάου τρωθέντος, ὁ Ἀνταλκίδας εἶπεν καλὰ διδασκάλια παρὰ Θηβαίων λαμβάνειν αὐτὸν ἐθίσαντα καὶ διδάξαντα πολεμεῖν ἄκοντας.