51. Πεισιστράτου
[51.1] Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων δὲ ἐκείνων τί βούλεται, “πείσας ὑμᾶς” εἶπεν “ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν, διὰ τοῦτο ἀφῖγμαι συνεσκευασμένος.”
[51.2] διαβληθείσης δὲ τῆς μητρὸς πρὸς αὐτόν, ὡς ἐρᾷ τινος νεανίσκου καὶ κρύφα σύνεστι φοβουμένῳ καὶ παραιτουμένῳ τὰ πολλά, καλέσας ἐπὶ δεῖπνον τὸν νεανίσκον ἠρώτησε δειπνήσαντα πῶς γέγονεν· [189c] “ἡδέως” δὲ φήσαντος, “ταῦτά σοι” ἔφη “καθʼ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί μου ἀρέσκῃς”
[51.3] ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπʼ αὐτὸν ὑπὸ τῆς γυναικὸς “ἂν τοὺς φιλοῦντας” εἶπε “μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας;” καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.
[51.4] κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθʼ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, “ὑμεῖς μέν” ἔφη “πειρᾶσθε σωφρονεῖν τὸ λοιπόν· ἡ δʼ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.” [189d]
[51.5] τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος, διαπυνθανομένων μή τι μεμφόμενος αὐτοὺς εἴη, “ἥκιστα” εἶπεν “ἀλλʼ ἐπαινῶν καὶ βουλόμενος ἑτέρους μοι παῖδας τοιούτους γενέσθαι.”