37. Πύρρου τοῦ Ἠπειρώτου
[37.1] Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι καταλείψει τὴν βασιλείαν· καὶ ὁ Πύρρος εἶπεν “ὃς ἂν ὑμῶν ὀξυτέραν ἔχῃ τὴν μάχαιραν.”
[37.2] ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας [27] αὐλητὴς ἀμείνων “Πολυσπέρχων” [28] ἔφη “στρατηγός.”
[37.3] ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, “ἂν ἔτι” ἔφη “μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.”
[37.4] ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους “οἵαν” ἔφη “Ῥωμαίοις [184d] καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.”
[37.5] τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων “τί γάρ” εἶπεν “οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;”
[37.6] ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθʼ ἡμέραν πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δὲ τὸν πρῶτον ἠρώτησεν, εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ· καὶ ὁ νεανίσκος “ταῦτα” εἶπεν “ὦ βασιλεῦ· πλείονα δʼ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.”