Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 35. Ἀντιόχου τοῦ Ἱέρακος

35. Ἀντιόχου τοῦ Ἱέρακος

[35.1] [184a] Ἀντίοχος ὁ ἐπικληθεὶς Ἱέραξ ἐπολέμει περὶ τῆς βασιλείας πρὸς τὸν ἀδελφὸν Σέλευκον· ἐπεὶ δὲ ὁ Σέλευκος ἡττηθεὶς ὑπὸ Γαλατῶν οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἐδόκει κατακεκόφθαι, θεὶς τὴν πορφύραν ὁ Ἀντίοχος φαιὸν ἱμάτιον ἀνέλαβε. μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν σῴζεσθαι, εὐαγγέλια τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς ὑφʼ ἑαυτοῦ στεφανηφορεῖν ἐποίησεν.