Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 10. Ὀρόντου

10. Ὀρόντου

[10.1] [174b] Ὀρόντης, ὁ βασιλέως Ἀρτοξέρξου [7] γαμβρός, ἀτιμίᾳ περιπεσὼν διʼ ὀργὴν καὶ καταγνωσθεὶς ἔφη καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδας [8] τιθέναι [9] δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.