Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 83. Καικιλίου Μετέλλου

83. Καικιλίου Μετέλλου

[83.1] Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν, εἰπόντος ἑκατοντάρχου πρὸς [202a] αὐτὸν ὡς, ἐὰν δέκα μόνους ἀποβάλῃ,[123] λήψεται τὸ χωρίον, ἠρώτησεν αὐτὸν εἰ βούλοιτο εἷς τῶν δέκα γενέσθαι.

[83.2] τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου τί μέλλει ποιεῖν, “εἰ τοῦτο,[124] ” ἔφη, “συνειδέναι μοι τὸν χιτωνίσκον ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ. τὸ πῦρ ἐπέθηκα.”

[83.3] Σκιπίωνι δὲ ζῶντι πολεμῶν, ἀποθανόντος ἠχθέσθη, καὶ τοὺς μὲν υἱοὺς ἐκέλευσεν ὑποδύντας ἄρασθαι τὸ λέχος, τοῖς δὲ θεοῖς ἔφη χάριν ἔχειν ὑπὲρ τῆς Ῥώμης, ὅτι παρʼ ἄλλοις οὐκ ἐγένετο Σκιπίων.