Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 8. Ἀρταχέρχου τοῦ Μνήμονος

8. Ἀρταχέρχου τοῦ Μνήμονος

[8.1] Ἀρταξέρξης ὁ τούτου μὲν ἀδελφὸς Μνήμων δὲ καλούμενος, οὐ μόνον τοῖς ἐντυγχάνουσιν ἑαυτὸν ἀνέδην παρεῖχεν, ἀλλὰ καὶ τὴν γυναῖκα τὴν γνησίαν ἐκέλευσε τῆς ἁρμαμάξης τὰς αὐλαίας περιελεῖν, ὅπως οἱ δεόμενοι κατὰ τὴν ὁδὸν ἐντυγχάνωσι.

[174a]

[8.2] πένητος δὲ ἀνθρώπου μῆλον ὑπερφυὲς μεγέθει προσενέγκαντος αὐτῷ δεξάμενος ἡδέως, “νὴ τὸν Μίθραν,” εἶπεν, “οὗτός μοι δοκεῖ καὶ πόλιν ἂν ἐκ μικρᾶς μεγάλην πιστευθεὶς ἀπεργάσασθαι.”

[8.3] ἐν δὲ φυγῇ τινι τῆς ἀποσκευῆς αὐτοῦ διαρπαγείσης, ξηρὰ σῦκα φαγὼν καὶ κρίθινον ἄρτον, “οἵας,” εἶπεν, “ἡδονῆς ἄπειρος ἤμην.”