Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 79. Ποπλίου Λικινίου

79. Ποπλίου Λικινίου

[79.1] Πόπλιος Λικίνιος ὕπατος στρατηγός, ἡττηθεὶς ὑπὸ Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ, [197f] δισχιλίους ὀκτακοσίους ἀπέβαλε, τοὺς μὲν πεσόντας τοὺς δὲ ἁλόντας· ἐπεὶ δὲ μετὰ τὴν μάχην ἔπεμψεν ὁ Περσεὺς πρέσβεις περὶ σπονδῶν καὶ εἰρήνης, ἐκέλευεν ὁ νενικημένος τὸν νενικηκότα Ῥωμαίοις ἐπιτρέπειν τὰ καθʼ αὑτόν.