Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 72. Πελοπίδου

72. Πελοπίδου

[72.1] Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδου,[90] τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος [194d] ἀναγκαίου, χρημάτων συναγωγῆς, “ἀναγκαῖα τὰ χρήματα νὴ Δία,” εἶπε, “τούτῳ” Νικοδήμῳ,[91] δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.

[72.2] τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.

[72.3] εἰπόντος δέ τινος τῶν στρατιωτῶν, “ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί” “μᾶλλον,” εἶπεν, “ἢ εἰς ἡμᾶς ἐκεῖνοι;”

[72.4] ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου, “σπεύδεις ἀποθανεῖν;” “πάνυ μὲν οὖν,” εἶπεν, “ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.”

[72.5] Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.

[72.6] [194e] Κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι[92] γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.