Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 70. Ἀνταλκίδου

70. Ἀνταλκίδου

[70.1] Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους, “μόνοι γοῦν,” εἶπεν, “ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν.”

[70.2] [192c] ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, “ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν,” “ἡμεῖς δὲ οὐδέποτε,” εἶπεν, “ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.”

[70.3] σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη, “τίς γὰρ αὐτὸν ψέγει;”