68. Ἐυδαμίδου
[68.1] Εὐδαμίδας[81] ἰδὼν ἐν Ἀκαδημείᾳ[82] Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, “πότε οὖν,” εἶπεν, “αὐτῇ χρήσεται;”
[68.2] [192b] πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, “ὁ μὲν λόγος,” ἔφη, “θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται.” [83]