6. Ἀρταξέρξου
[6.1] Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.
[6.2] πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.
[6.3] πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν ἡγεμονικῶν τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦν καὶ τὴν κεφαλὴν ἀποτίλλειν,[5] μαστιγοῦσθαι μὲν ἀποδυσαμένων τὰ ἱμάτια τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων.
[6.4] [173e] Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρʼ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι· καὶ διδοὺς[6] αὐτῷ, “λάβε,” εἶπεν, “ὦ Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκ[7] ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.”