Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 51. Πεισιστράτου

51. Πεισιστράτου

[51.1] Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων δὲ ἐκείνων τί βούλεται, “πείσας ὑμᾶς,” εἶπεν, “ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν, διὰ τοῦτο ἀφῖγμαι συνεσκευασμένος.”

[51.2] Διαβληθείσης δὲ τῆς μητρὸς πρὸς αὐτόν, ὡς ἐρᾷ τινος νεανίσκου καὶ κρύφα σύνεστι φοβουμένῳ καὶ παραιτουμένῳ τὰ πολλά, καλέσας ἐπὶ δεῖπνον τὸν νεανίσκον ἠρώτησε δειπνήσαντα, πῶς γέγονεν; “ἡδέως,” δὲ φήσαντος, “ταῦτά σοι, ” [189c] ἔφη, “καθʼ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί μου ἀρέσκῃς.”

[51.3] ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπʼ αὐτὸν ὑπὸ τῆς γυναικός, “ἂν τοὺς φιλοῦντας,” εἶπε, “μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας;” καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.

[51.4] Κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθʼ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, “ὑμεῖς μέν,” ἔφη, “πειρᾶσθε σωφρονεῖν τὸ λοιπὸν ἡ δʼ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.”

[51.5] [189d] τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος, διαπυνθανομένων μή τι μεμφόμενος αὐτοὺς εἴη, “ἥκιστα,” εἶπεν, “ἀλλʼ ἐπαινῶν καὶ βουλόμενος ἑτέρους μοι παῖδας τοιούτους γενέσθαι.”