Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 41. Ἀριστείδου

41. Ἀριστείδου

[41.1] Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθʼ αὑτὸν ἐπολιτεύετο καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης.

[41.2] ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ Ἀριστείδου, “γινώσκεις [186b] γάρ,” ἔφη, “τὸν Ἀριστείδην; τοῦ” δὲ ἀνθρώπου γιγνώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν.

[41.3] ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ, “βούλει,” φησίν, “ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν; ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.”

[41.4] τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.

[41.5] Αἰσχύλου δὲ ποιήσαντος εἰς Ἀμφιάραον,

οὐ γὰρ δοκεῖν ἄριστος[51] ἀλλʼ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
[186c] ἐξ[52] ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα·

καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.