Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 39. Θεμιστοκλέους

39. Θεμιστοκλέους

[39.1] Θεμιστοκλῆς ἔτι μειράκιον ὢν ἐν πότοις ἐκυλινδεῖτο καὶ γυναιξὶν ἐπεὶ δὲ Μιλτιάδης στρατηγῶν [185a] ἐνίκησεν ἐν Μαραθῶνι τοὺς βαρβάρους, οὐκέτι ἦν ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ· πρὸς δὲ τοὺς θαυμάζοντας τὴν μεταβολὴν ἔλεγεν ὡς “οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.”

[39.2] ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετʼ ἂν ἢ Ὅμηρος εἶναι, “σὺ δʼ αὐτός,” ἔφη, “πότερον ἤθελες ὁ νικῶν Ὀλυμπίασιν[45] ἢ ὁ κηρύττων τοὺς νικῶντας εἶναι;”

[39.3] Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ καὶ δειλὸν ὄντα μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν, ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.

[39.4] Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος [185b] πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα, “ὦ Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν ἀεί,[46] ” “ναί,” εἶπεν, “ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.”

[39.5] Ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς “πατάξοντος, πάταξον μὲν οὖν,” εἶπεν, “ἄκουσον δέ.”

[39.6] μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας· ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν [185c] ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ σῴζειν.

[39.7] τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν ἔνδοξός ἐστιν, “ἀληθῆ λέγεις,” εἶπεν, “ἀλλʼ οὔτʼ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος οὔτε σὺ Ἀθηναῖος.”

[39.8] Ἀντιφάτου δὲ τοῦ καλοῦ πρότερον μὲν ἐρῶντα τὸν Θεμιστοκλέα φεύγοντος καὶ καταφρονοῦντος, ἐπεὶ δὲ δόξαν ἔσχε μεγάλην καὶ δύναμιν, προσερχομένου καὶ κολακεύοντος, “ὦ μειράκιον,” εἶπεν, “ὀψὲ μὲν ἀμφότεροι ἀλλὰ[47] νοῦν ἐσχήκαμεν.”

[39.9] [185d] πρὸς δὲ Σιμωνίδην ἐξαιτούμενόν τινα κρίσιν οὐ δικαίαν ἔφη μήτʼ ἂν ἐκεῖνον γενέσθαι ποιητὴν ἀγαθὸν ᾄδοντα παρὰ μέλος μήτʼ αὐτὸν ἄρχοντα χρηστὸν δικάζοντα παρὰ τὸν νόμον.

[39.10] τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ πλεῖστον Ἑλλήνων ἔλεγε δύνασθαι· τῶν γάρ Ἑλλήνων ἄρχειν Ἀθηναίους, Ἀθηναίων δʼ ἑαυτόν, ἑαυτοῦ δὲ τὴν ἐκείνου μητέρα, τῆς δὲ μητρὸς ἐκεῖνον.

[39.11] [185e] τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός.

[39.12] χωρίον δὲ πωλῶν ἐκέλευσε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν ἔχει.

[39.13] τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων, “τί κοπιᾶτε,” εἶπεν, “ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι;” καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσιν.[48]

[39.14] τοὺς δὲ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν.

[39.15] ἐπεὶ δὲ ἐξέπεσε τῶν Ἀθηνῶν[49] τὸ πρῶτον, εἶτα καὶ τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον [185f] ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν.

[39.16] ᾐτήσατο δὲ καὶ χρόνον ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν.[50]

[39.17] πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος γενόμενος πρὸς τοὺς παῖδας εἶπεν, “ὦ παῖδες, ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν.”