37. Πύρρου τοῦ Ἠπειρώτου
[37.1] Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι καταλείψει τὴν βασιλείαν καὶ ὁ Πύρρος εἶπεν, “ὃς ἂν ὑμῶν ὀξυτέραν[42] ἔχῃ τὴν μάχαιραν.”
[37.2] ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας[43] αὐλητὴς ἀμείνων, “Πολυσπέρχων,[44] ” ἔφη, “στρατηγός.”
[37.3] ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, “ἂν ἔτι,” ἔφη, “μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.”
[37.4] ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους, “οἵαν,” ἔφη, [184d] “Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.”
[37.5] τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων, “τί γάρ,” εἶπεν, “οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;”
[37.6] ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθʼ ἡμέραν πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δέ, τὸν πρῶτον ἠρώτησεν εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος, “ταῦτα,” εἶπεν, “ὦ βασιλεῦ· πλείονα δʼ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.”