Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 35. Αντιοχοψ τοψ Ιεπακος

35. Αντιοχοψ τοψ Ιεπακος

[35.1] Ἀντίοχος ὁ ἐπικληθεὶς Ἱέραξ ἐπολέμει περὶ τῆς [184a] βασιλείας πρὸς τὸν ἀδελφὸν Σέλευκον· ἐπεὶ δὲ ὁ Σέλευκος ἡττηθεὶς ὑπὸ Γαλατῶν οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἐδόκει κατακεκόφθαι, θεὶς τὴν πορφύραν ὁ Ἀντίοχος φαιὸν ἱμάτιον ἀνέλαβε. μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν σῴζεσθαι, εὐαγγέλια, τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς ὑφʼ ἑαυτῷ[41] στεφανηφορεῖν ἐποίησεν.