24. Δίωνος
[24.1] Δίων ὁ Διονύσιον ἐκβαλὼν ἐκ τῆς τυραννίδος, ἀκούσας ἐπιβουλεύειν αὐτῷ Κάλλιππον, ᾧ μάλιστα τῶν φίλων καὶ ξένων ἐπίστευεν, οὐχ ὑπέμεινεν [177a] ἐλέγξαι βέλτιον εἶναι φήσας ἀποθανεῖν ἢ ζῆν μὴ μόνον τοὺς πολεμίους ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.