22. Διονυσίου τοῦ νεωτέρου
[22.1] ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ διʼ ἐκείνων θαυμάζεσθαι βουλόμενος.
[22.2] Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν [176d] ἐξελέγχειν, “ἀμέλει τοῖς λόγοις,” εἶπεν, “ἐγὼ δέ σε τοῖς ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.”
[22.3] ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα, “τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε;” “ τὸ τηλικαύτην,” ἔφη, “τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν”.
[22.4] ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατήρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς ἀπέβαλεν· “ὁ μὲν πατήρ,” ἔφη, “μισουμένης δημοκρατίας ἐνέπεσε[17] τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.”
[22.5] [176e] ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς, “ὁ πατήρ,” ἔφη, “μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.”