Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 20. Ἱέρωνος

20. Ἱέρωνος

[20.1] Ἱέρων ὁ μετὰ Γέλωνα τύραννος ἔλεγε μηδένα τῶν παρρησιαζομένων πρὸς αὐτὸν ἄκαιρον εἶναι.

[20.2] τοὺς δὲ ἀπόρρητον λόγον ἐκφέροντας ἀδικεῖν ᾤετο καὶ τοὺς πρὸς οὓς ἐκφέρουσι· μισοῦμεν γὰρ οὐ μόνον τοὺς ἐκφέροντας ἀλλὰ καὶ τοὺς ἀκούσαντας ἃ μὴ βουλόμεθα.

[20.3] λοιδορηθεὶς δὲ ὑπό τινος εἰς τὴν δυσωδίαν τοῦ στόματος, ᾐτιᾶτο τὴν αὑτοῦ γυναῖκα μηδέποτε [175c] περὶ τούτου φράσασαν ἡ δὲ εἶπεν, “ᾤμην γὰρ τοιοῦτον ἅπαντας τοὺς ἄνδρας ὄζειν.”

[20.4] πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις οἰκέτας δύο τρέφειν, “ἀλλʼ Ὅμηρος,” εἶπεν, “ὃν σὺ διασύρεις, πλείονας ἢ μυρίους τρέφει τεθνηκώς.”

[20.5] Ἐπίχαρμον δὲ τὸν κωμῳδιοποιόν,[13] ὅτι τῆς γυναικὸς αὐτοῦ παρούσης εἶπέ τι τῶν ἀπρεπῶν, ἐζημίωσε.