Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 18. Σκιλούρου

18. Σκιλούρου

[18.1] Σκιλοῦρος ὀγδοήκοντα[11] παῖδας ἄρρενας ἀπολιπὼν, ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων ἐκέλευε καταθραῦσαι· πάντων δὲ ἀπαγορευσάντων, καθʼ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε, διδάσκων ἐκείνους, ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δʼ ἔσονται διαλυθέντες καὶ στασιάσαντες.