Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 9

[9] δεῖ δὲ καὶ φωνῆς εὐεξίᾳ καὶ πνεύματος ῥώμῃ πρὸς οὐ φαῦλον ἀλλὰ πάμμαχον ἀγῶνα τὸν τῆς [804c] πολιτείας ἠθληκότα κομίζειν τὸν λόγον, ὡς μὴ πολλάκις ἀπαγορεύοντα καὶ σβεννύμενον ὑπερβάλλῃ[59] τις αὐτὸν

ἅρπαξ κεκράκτης[60], κυκλοβόρου φωνὴν ἔχων.

Κάτων δέ, περὶ ὧν οὐκ ἤλπιζε πείσειν τῷ προκατέχεσθαι χάρισι καὶ σπουδαῖς τὸν δῆμον ἢ τὴν βουλήν, ἔλεγε τὴν ἡμέραν ὅλην ἀναστὰς καὶ τὸν καιρὸν οὕτως ἐξέκρουε. περὶ μὲν οὖν τῆς τοῦ λόγου παρασκευῆς καὶ χρείας ἱκανὰ ταῦτα τῷ δυναμένῳ τὸ ἀκόλουθον προσεξευρίσκειν.