Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 803

καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖν[50] κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκης[51] [803b] καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον. καθόλου δʼ ὁ μὲν ὄγκος καὶ τὸ μέγεθος τῷ πολιτικῷ μᾶλλον ἁρμόττει, παράδειγμα δʼ οἵ τε Φιλιππικοὶ καὶ τῶν Θουκυδίδου[52] δημηγοριῶν ἡ Σθενελαΐδα τοῦ Ἐφόρου καὶ Ἀρχιδάμου τοῦ βασιλέως ἐν Πλαταιαῖς καὶ Περικλέους ἡ μετὰ τὸν λοιμόν· ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν

οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.