[2] πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ πραεξεπτα Οερενδαε ρειπωιβλιξαε. ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ πτοίαν ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς; ἢ πράξεων ἑτέρων ἀπορίας. ὥσπερ γὰρ οἷς οὐδὲν ἔστιν οἴκοι χρηστόν, ἐν ἀγορᾷ διατρίβουσι, κἂν μὴ δέωνται, τὸν πλεῖστον [798d] χρόνον· οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δʼ ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ[3] τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτʼ ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες· ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ[4] καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες
λευκᾶς καθύπερθε γαλάνας
εὐπρόσωποι σφᾶς παρήισαν[5] ἔρωτες ναΐας
κλαΐδος[6] χαραξιπόντου[7] δαιμονίαν ἐς ὕβριν.