Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 19

[19] ποιοῦντα μέντοι καὶ παρέχοντα τοῖς κρατοῦσιν εὐπειθῆ τὴν πατρίδα δεῖ μὴ προσεκταπεινοῦν, [814f] μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ τὸν τράχηλον, ὥσπερ ἔνιοι, καὶ μικρὰ καὶ μείζω φέροντες ἐπὶ τοὺς ἡγεμόνας ἐξονειδίζουσι τὴν δουλείαν, μᾶλλον δʼ ὅλως τὴν πολιτείαν ἀναιροῦσι, καταπλῆγα καὶ περιδεᾶ καὶ πάντων ἄκυρον ποιοῦντες. ὥσπερ γὰρ οἱ χωρὶς ἰατροῦ μήτε δειπνεῖν μήτε λούεσθαι συνεθισθέντες οὐδʼ ὅσον ἡ φύσις δίδωσι χρῶνται τῷ ὑγιαίνειν, οὕτως οἱ παντὶ δόγματι καὶ συνεδρίῳ καὶ χάριτι καὶ διοικήσει προσάγοντες ἡγεμονικὴν κρίσιν ἀναγκάζουσιν ἑαυτῶν [815a] μᾶλλον ἢ βούλονται δεσπότας εἶναι τοὺς ἡγουμένους. αἰτία δὲ τούτου μάλιστα πλεονεξία[137] καὶ φιλονεικία τῶν πρώτων· ἢ γὰρ ἐν οἷς βλάπτουσι τοὺς ἐλάττονας ἐκβιάζονται φεύγειν τὴν πόλιν ἢ περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους οὐκ ἀξιοῦντες ἐν τοῖς πολίταις ἔχειν ἔλαττον ἐπάγονται τοὺς κρείττονας· ἐκ τούτου δὲ καὶ βουλὴ καὶ δῆμος καὶ δικαστήρια καὶ ἀρχὴ πᾶσα τὴν ἐξουσίαν ἀπόλλυσι. δεῖ δὲ τοὺς μὲν ἰδιώτας ἰσότητι, τοὺς δὲ δυνατοὺς ἀνθυπείξει πραΰνοντα κατέχειν ἐν τῇ πολιτείᾳ καὶ διαλύειν τὰ πράγματα, πολιτικήν τινα ποιούμενον αὐτῶν ὥσπερ [815b] νοσημάτων ἀπόρρητον ἰατρείαν, αὐτόν τε μᾶλλον ἡττᾶσθαι βουλόμενον ἐν τοῖς πολίταις ἢ νικᾶν ὕβρει, καὶ καταλύσει τῶν οἴκοι δικαίων, τῶν τʼ ἄλλων ἑκάστου δεόμενον καὶ διδάσκοντα τὴν φιλονεικίαν ὅσον ἐστὶ κακόν· νῦν δʼ ὅπως μὴ πολίταις καὶ φυλέταις οἴκοι καὶ γείτοσι καὶ συνάρχουσιν ἀνθυπείξωσι μετὰ τιμῆς καὶ χάριτος, ἐπὶ ῥητόρων θύρας καὶ πραγματικῶν χεῖρας ἐκφέρουσι σὺν πολλῇ βλάβῃ καὶ αἰσχύνῃ τὰς διαφοράς. οἱ μὲν γὰρ ἰατροὶ τῶν νοσημάτων ὅσα μὴ δύνανται παντάπασιν ἀνελεῖν ἔξω, τρέπουσιν· εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος· ὁ [815c] δὲ πολιτικός, ἂν μὴ δύνηται τὴν πόλιν ἀπράγμονα παντελῶς διαφυλάττειν; ἐν αὐτῇ γε πειράσεται τὸ ταρασσόμενον αὐτῆς καὶ στασιάζον ἀποκρύπτων ἰᾶσθαι καὶ διοικεῖν, ὡς ἂν ἥκιστα τῶν ἐκτὸς ἰατρῶν[138] καὶ φαρμάκων δέοιτο. ἡ μὲν γὰρ προαίρεσις ἔστω τοῦ πολιτικοῦ τῆς ἀσφαλείας ἐχομένη καὶ φεύγουσα τὸ ταρακτικὸν τῆς κενῆς δόξης καὶ μανικόν, ὡς εἴρηται[139]· τῇ μέντοι διαθέσει φρόνημα καὶ μένος πολυθαρσὲς ἐνέστω

ἄτρομον, οἷὸν τʼ ἄνδρας ἐσέρχεται[140], οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι