Pular para o conteúdo

Πομπήϊος

Plutarch · Capítulo 56

Capítulo 56

[56.1] οἱ δὲ Καίσαρος φίλοι ταύτην ἀρχὴν λαβόντες ἠξίουν τινὰ γενέσθαι καὶ Καίσαρος λόγον, ἀγωνιζομένου τοσούτους ἀγῶνας ὑπὲρ τῆς ἡγεμονίας· ἢ γὰρ ὑπατείας ἄξιον εἶναι τυχεῖν ἑτέρας, ἢ προσλαβεῖν τῇ στρατείᾳ χρόνον. ἐν ᾧ τῶν πεπονημένων οὐκ ἄλλος ἐπελθὼν ἀφαιρήσεται τὴν δόξαν, ἀλλʼ αὐτὸς ἄρξει καὶ τιμήσεται καθʼ ἡσυχίαν ὁ κατεργασάμενος.

[56.2] οὔσης δὲ περὶ τούτων ἁμίλλης, ὡς δὴ παραιτούμενος ὑπὲρ τοῦ Καίσαρος ἐπʼ εὐνοίᾳ τὸν φθόνον ὁ Πομπήϊος ἔφη γράμματα Καίσαρος ἔχειν βουλομένου λαβεῖν διάδοχον καὶ παύσασθαι τῆς στρατείας· ὑπατείας μέντοι καὶ μὴ παρόντι καλῶς ἔχειν αἴτησιν αὐτῷ δοθῆναι.

[56.3] πρὸς ταῦτα ἐνισταμένων τῶν περὶ Κάτωνα καὶ κελευόντων ἰδιώτην γενόμενον καὶ τὰ ὅπλα καταθέμενον εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, οὐκ ἐξερίσας, ἀλλʼ οἷον ἡττηθεὶς ὁ Πομπήϊος ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος, ἔπεμψε δὲ καὶ τὰς δυνάμεις ἀπαιτῶν ἃς ἔχρησεν αὐτῷ, τὰ Παρθικὰ ποιούμενος πρόφασιν. ὁ δέ, καίπερ εἰδὼς ἐφʼ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας, ἀπέπεμψε καλῶς δωρησάμενος.