Pular para o conteúdo

Φωκίων

Plutarch · Capítulo 31

Capítulo 31

[31.1] ἐπεὶ δὲ Ἀντίπατρος ἀποδείξας Πολυσπέρχοντα στρατηγόν, Κάσανδρον δὲ χιλίαρχον, ἐξέλιπεν, εὐθὺς διαναστὰς ὁ Κάσανδρος καὶ προκαταλαμβάνων τὰ πράγματα πέμπει κατὰ τάχος Νικάνορα τῷ Μενύλλῳ διάδοχον τῆς φρουραρχίας, πρὶν ἔκδηλον τὸν Ἀντιπάτρου θάνατον γενέσθαι κελεύσας τὴν Μουνυχίαν παραλαβεῖν.

[31.2] γενομένου δὲ τούτου, καὶ μεθʼ ἡμέρας ὀλίγας πυθομένων τῶν Ἀθηναίων ὅτι τέθνηκεν ὁ Ἀντίπατρος, ἐν αἰτίαις ὁ Φωκίων ἦν καὶ κακῶς ἤκουεν ὡς προαισθόμενος καὶ κατασιωπήσας χάριτι τοῦ Νικάνορος. ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐντυγχάνων δὲ τῷ Νικάνορι καὶ διαλεγόμενος εἴς τε τἆλλα τοῖς Ἀθηναίοις πρᾷον αὐτὸν καὶ κεχαρισμένον παρεῖχε, καὶ φιλοτιμίας τινὰς ἔπεισε καὶ δαπάνας ὑποστῆναι γενόμενον ἀγωνοθέτην.