Capítulo 19
[19.1] τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται, πλὴν ὅτι Κηφισόδοτος ἦν ὁ πλάστης ἀδελφὸς αὐτῆς, τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καί ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις ἢ Φωκίωνος ἐπὶ χρηστότητι.
[19.2] καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον οὐ βουλόμενος προελθεῖν. ὁ δὲ χορηγὸς Μελάνθιος ὠθῶν αὐτὸν εἰς τὸ μέσον ἐβόα· “τὴν Φωκίωνος οὐχ ὁρᾷς γυναῖκα προϊοῦσαν ἀεὶ μετὰ μιᾶς θεραπαινίδος, ἀλλʼ ἀλαζονεύῃ καί διαφθείρεις τὴν γυναικωνῖτιν;”
[19.3] ἐξακούστου δὲ τῆς φωνῆς γενομένης ἐδέξατο κρότῳ πολλῷ καί θορύβῳ τὸ θέατρον. αὐτὴ δὲ ἡ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καί λιθοκόλλητον κόσμον ἐν πλοκίοις καί περιδεραίοις, “ἐμοὶ δέ,” ἔφη, “κόσμος ἐστὶ Φωκίων εἰκοστὸν ἔτος ἤδη στρατηγῶν Ἀθηναίων.”