Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β
Plutarch
Cambridge, MA: Harvard University Press, 1936.
Perseus Digital Library, Tufts University (CC BY-SA 4.0).
URN: urn:cts:greekLit:tlg0007.tlg087.perseus-grc3
Texto
Capítulo 1
[1.1] [326d] οὗτος ὁ τῆς Τύχης λόγος ἐστίν, ἴδιον καὶ μόνης αὑτῆς ἔργον ἀποφαινομένης Ἀλέξανδρον. δεῖ δʼ ἀντειπεῖν ὑπὲρ φιλοσοφίας, μᾶλλον δʼ ὑπὲρ Ἀλεξάνδρου δυσχεραίνοντος καὶ ἀγανακτοῦντος, εἰ προῖκα δόξει καὶ παρὰ τῆς Τύχης λαβεῖν τὴν ἡγεμονίαν, ἣν ὤνιον αἵματος πολλοῦ καὶ τραυμάτων ἐπαλλήλων κτώμενος [326e] πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέπρησσεν πολεμίζων πρὸς ἀμάχους δυνάμεις καὶ ἄπειρα φῦλα καὶ ποταμοὺς ἀπεράτους καὶ πέτρας ἀτοξεύτους, εὐβουλίᾳ καὶ καρτερίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ παραπεμπόμενος.
[1.2] οἶμαι δʼ ἂν αὐτὸν εἰπεῖν πρὸς τὴν Τύχην τοῖς κατορθώμασιν αὑτὴν ἐπιγράφουσαν, μή μου διάβαλλε τὴν ἀρετὴν μηδʼ ἀφαιροῦ περισπῶσα τὴν δόξαν. Δαρεῖος ἦν σὸν ἔργον, ὃν ἐκ δούλου καὶ ἀστάνδου βασιλέως κύριον Περσῶν ἐποίησας· καὶ [326f] Σαρδανάπαλλος, ᾧ τὸ διάδημα τῆς βασιλείας πορφύραν ξαίνοντι περιέθηκας. ἐγὼ δʼ εἰς Σοῦσα νικῶν διʼ Ἀρβήλων ἀναβέβηκα, καὶ Κιλικία μοι πλατεῖαν ἀνέῳξεν Αἴγυπτον, Κιλικίαν δὲ Γράνικος, ὃν Μιθριδάτῃ καὶ Σπιθριδάτῃ νεκροῖς ἐπιβὰς διεπέρασα. κόσμει σεαυτὴν καὶ σεμνύνου βασιλεῦσιν ἀτρώτοις καὶ ἀναιμάκτοις· ἐκεῖνοι γὰρ [327a] εὐτυχεῖς ἦσαν, Ὦχοι καὶ Ἀρταξέρξαι, οὓς εὐθὺς ἐκ γενετῆς τῷ Κύρου θρόνῳ ἐνίδρυσας. τοὐμὸν δὲ σῶμα πολλὰ σύμβολα φέρει Τύχης ἀνταγωνιζομένης οὐ συμμαχούσης. πρῶτον ἐν Ἰλλυριοῖς λίθῳ τὴν κεφαλήν, ὑπέρῳ δὲ τὸν τράχηλον ἠλοήθην· ἔπειτα περὶ Γράνικον τὴν κεφαλὴν βαρβαρικῇ μαχαίρᾳ διεκόπην, ἐν δʼ Ἰσσῷ ξίφει τὸν μηρόν· πρὸς δὲ Γάζῃ τὸ μὲν σφυρὸν ἐτοξεύθην, τὸν δʼ ὦμον ἐκπεσὼν ἐξ ἕδρας βαρὺς περιεδίνησα· πρὸς δὲ Μαρακανδάνοις τοξεύματι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην τὰ λοιπὰ δʼ Ἰνδῶν πληγαὶ καὶ βίαι [327b] λιμῶν· ἐν Ἀσπασίοις ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος· ἐν Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρον δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν· ἐμὲ δʼ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς, ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον· εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες τὸ τεῖχος, ἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι.
[1.3] καὶ μὴν τὰ μὲν αὐτῆς τῆς στρατείας, χειμῶνες, αὐχμοί, βάθη ποταμῶν, ἄορνα ὕψη, θηρίων ὑπερφυεῖς ὄψεις, ἄγριοι δίαιται, μεταβολαὶ δυναστῶν, παλιμπροδοσίαι τὰ δὲ πρὸ τῆς στρατείας, ἔτι τοῖς Φιλιππικοῖς πολέμοις ἐπέσπαιρεν ἡ Ἑλλάς, ἀπεσείοντο δʼ αἱ Θῆβαι τῶν ὅπλων τὴν Χαιρωνικὴν κόνιν ἐκ τοῦ πτώματος ἀνιστάμεναι, καὶ συνῆπτον αἱ Ἀθῆναι τὰς χεῖρας ὀρέγουσαι· πᾶσα δʼ ὕπουλος ἦν Μακεδονία πρὸς Ἀμύνταν ἀποβλέπουσα καὶ τοὺς Ἀερόπου παῖδας· ἀνερρήγνυντο δʼ Ἰλλυριοί, καὶ τὰ Σκυθῶν ἐπῃωρεῖτο τοῖς προσοίκοις νεωτερίζουσι τὸ δὲ Περσικὸν χρυσίον διὰ τῶν ἑκασταχοῦ [327d] δημαγωγῶν ῥέον ἐκίνει τὴν Πελοπόννησον κενοὶ δʼ οἱ Φιλίππου θησαυροὶ χρημάτων, καὶ προσῆν ἔτι δάνειον, ὡς Ὀνησίκριτος ἱστορεῖ, διακοσίων ταλάντων. ἐν τοσαύτῃ πενίᾳ καὶ πράγμασι ταραχὰς ἔχουσι μειράκιον ἄρτι τὴν παιδικὴν παραλλάττον ἡλικίαν ἐθάρρησεν ἐλπίσαι Βαβυλῶνα καὶ Σοῦσα, μᾶλλον δὲ τὴν πάντων ἀνθρώπων ἀρχὴν εἰς νοῦν ἐμβαλέσθαι, τοῖς τρισμυρίοις οἷς ἔσχε πεζοῖς καὶ τετρακισχιλίοις ἱππεῦσι πιστεύσας τοσοῦτοι γὰρ ἦσαν, ὡς Ἀριστόβουλός φησιν ὡς δὲ Πτολεμαῖος [327e] ὁ βασιλεύς, τρισμύριοι πεζοὶ πεντακισχίλιοι δʼ ἱππεῖς· ὡς δʼ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντακισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντʼ ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.
[1.4] ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν. τίς γὰρ ἀπὸ μειζόνων ἢ καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν ἐφωδίαζε φιλοσοφία πρὸς τὴν στρατείαν; ναί, πλείονας παρʼ Ἀριστοτέλους τοῦ καθηγητοῦ ἢ [327f] παρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας. ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες· ἂν δέ τις φῇ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν παραμύθιον πόνου καὶ [328a] διατριβὴν ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δʼ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν; ὄτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν, οὐδʼ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδʼ ἐν Ἀκαδημείᾳ θέσεις εἶπεν· τούτοις γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες. καίτοι γʼ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδʼ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους, [328b] οὐδὲ βασιλεῖς βαρβάρους ἡμεροῦντες οὐδὲ πόλεις Ἑλληνίδας ἐπικτίζοντες ἀγρίοις ἔθνεσιν οὐδʼ ἄθεσμα καὶ ἀνήκοα φύλα νόμους διδάσκοντες καὶ εἰρήνην ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς. πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν; ἀφʼ ὧν εἶπον ἢ ἀφʼ ὧν ἐβίωσαν ἢ ἀφʼ ὧν ἐδίδαξαν. ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος· ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος.
[1.5] καὶ πρῶτον τὸ παραδοξότατον, εἰ βούλει, σκόπει, τοὺς Ἀλεξάνδρου μαθητὰς τοῖς Πλάτωνος, τοῖς Σωκράτους ἀντιπαραβάλλων. εὐφυεῖς οὗτοι καὶ ὁμογλώσσους ἐπαίδευον, εἰ μηδὲν ἄλλο, φωνῆς [328c] Ἑλληνίδος συνιέντας· καὶ πολλοὺς οὐκ ἔπεισαν· ἀλλὰ Κριτίαι καὶ Ἀλκιβιάδαι καὶ Κλειτοφῶντες, ὥσπερ χαλινὸν τὸν λόγον ἐκπτύσαντες, ἄλλῃ πη παρετράπησαν.
τὴν δʼ Ἀλεξάνδρου παιδείαν ἂν ἐπιβλέπῃς, Ὑρκανοὺς γαμεῖν ἐπαίδευσε καὶ γεωργεῖν ἐδίδαξεν Ἀραχωσίους, καὶ Σογδιανοὺς ἔπεισε πατέρας τρέφειν καὶ μὴ φονεύειν, καὶ Πέρσας σέβεσθαι μητέρας ἀλλὰ μὴ γαμεῖν. ὢ θαυμαστῆς φιλοσοφίας, διʼ ἣν Ἰνδοὶ θεοὺς Ἑλληνικοὺς προσκυνοῦσι, Σκύθαι θάπτουσι τοὺς ἀποθανόντας οὐ κατεσθίουσι. θαυμάζομεν[328d] τὴν Καρνεάδου δύναμιν, εἰ Κλειτόμαχον, Ἀσδρούβαν καλούμενον πρότερον καὶ Καρχηδόνιον τὸ γένος, ἑλληνίζειν ἐποίησε· θαυμάζομεν τὴν διάθεσιν Ζήνωνος, εἰ Διογένη τὸν Βαβυλώνιον ἔπεισε φιλοσοφεῖν. ἀλλʼ Ἀλεξάνδρου τὴν Ἀσίαν ἐξημεροῦντος Ὅμηρος ἦν ἀνάγνωσμα, καὶ Περσῶν καὶ Σουσιανῶν καὶ Γεδρωσίων παῖδες τὰς Εὐριπίδου καὶ Σοφοκλέους τραγῳδίας ᾖδον. καὶ Σωκράτης ὡς μὲν ξένα παρεισάγων δαιμόνια δίκην τοῖς Ἀθήνησιν ὠφλίσκανε συκοφάνταις· διὰ δʼ Ἀλέξανδρον τοὺς Ἑλλήνων θεοὺς Βάκτρα καὶ Καύκασος προσεκύνησε. Πλάτων μὲν γὰρ μίαν [328e] γράψας πολιτείαν οὐδένα πέπεικεν αὐτῇ χρῆσθαι διὰ τὸ αὐστηρόν· Ἀλέξανδρος δʼ ὑπὲρ ἑβδομήκοντα πόλεις βαρβάροις ἔθνεσιν ἐγκτίσας καὶ κατασπείρας τὴν Ἀσίαν Ἑλληνικοῖς τέλεσι, τῆς ἀνημέρου καὶ θηριώδους ἐκράτησε διαίτης. καὶ τοὺς μὲν Πλάτωνος ὀλίγοι νόμους ἀναγιγνώσκομεν, τοῖς δʼ Ἀλεξάνδρου μυριάδες ἀνθρώπων ἐχρήσαντο καὶ χρῶνται· μακαριώτεροι τῶν διαφυγόντων Ἀλέξανδρον οἱ κρατηθέντες γενόμενοι· τοὺς μὲν γὰρ οὐδεὶς ἔπαυσεν ἀθλίως ζῶντας, τοὺς δʼ ἠνάγκασεν εὐδαιμονεῖν ὁ νικήσας. ὥσθʼ ὅπερ εἶπε Θεμιστοκλῆς, ὁπηνίκα φυγὼν ἔτυχε δωρεῶν μεγάλων παρὰ [328f] βασιλέως καὶ τρεῖς πόλεις ὑποφόρους ἔλαβε, τὴν μὲν εἰς σῖτον τὴν δʼ εἰς οἶνον τὴν δʼ εἰς ὄψον, ὦ παῖδες ἀπωλόμεθʼ ἂν εἰ μὴ ἀπωλόμεθα τοῦτο περὶ τῶν ἁλόντων ὑπʼ Ἀλεξάνδρου δικαιότερόν ἐστιν εἰπεῖν. οὐκ ἂν ἡμερώθησαν, εἰ μὴ ἐκρατήθησαν· οὐκ ἂν εἶχεν Ἀλεξάνδρειαν Αἴγυπτος, οὐδὲ Μεσοποταμία Σελεύκειαν οὐδὲ Προφθασίαν Σογδιανὴ οὐδʼ Ἰνδία Βουκεφαλίαν, οὐδὲ πόλιν Ἑλλάδα [329a] Καύκασος παροικοῦσαν, οἷς ἐμπολισθεῖσιν ἐσβέσθη τὸ ἄγριον καὶ μετέβαλε τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἐθι,ζόμενον. εἰ τοίνυν μέγιστον μὲν οἱ φιλόσοφοι φρονοῦσιν ἐπὶ τῷ τὰ σκληρὰ καὶ ἀπαίδευτα τῶν ἠθῶν ἐξημεροῦν καὶ μεθαρμόζειν, μυρία δὲ φαίνεται γένη καὶ φύσεις θηριώδεις μεταβαλὼν Ἀλέξανδρος, εἰκότως ἂν φιλοσοφώτατος νομίζοιτο.
[1.6] καὶ μὴν ἡ πολὺ θαυμαζομένη πολιτεία τοῦ τὴν Στωικῶν αἵρεσιν καταβαλομένου Ζήνωνος εἰς ἓν τοῦτο συντείνει κεφάλαιον, ἵνα μὴ κατὰ πόλεις μηδὲ κατὰ δήμους οἰκῶμεν ἰδίοις ἕκαστοι διωρισμένοι[329b] δικαίοις, ἀλλὰ πάντας ἀνθρώπους ἡγώμεθα δημότας καὶ πολίτας, εἷς δὲ βίος ᾖ καὶ κόσμος, ὥσπερ ἀγέλης συννόμου νόμῳ κοινῷ συντρεφομένης. τοῦτο Ζήνων μὲν ἔγραψεν ὥσπερ ὄναρ ἢ εἴδωλον εὐνομίας φιλοσόφου καὶ πολιτείας ἀνατυπωσάμενος, Ἀλέξανδρος δὲ τῷ λόγῳ τὸ ἔργον παρέσχεν. οὐ γάρ, ὡς Ἀριστοτέλης συνεβούλευεν αὐτῷ, τοῖς μὲν Ἕλλησιν ἡγεμονικῶς τοῖς δὲ βαρβάροις δεσποτικῶς χρώμενος, καὶ τῶν μὲν ὡς φίλων καὶ οἰκείων ἐπιμελούμενος τοῖς δʼ ὡς ζῴοις ἢ φυτοῖς προσφερόμενος, πολέμων πολλῶν καὶ φυγῶν ἐνέπλησε καὶ στάσεων ὑπούλων τὴν ἡγεμονίαν·[329c] · ἀλλὰ κοινὸς ἥκειν θεόθεν ἁρμοστὴς καὶ διαλλακτὴς τῶν ὅλων νομίζων, οὓς τῷ λόγῳ μὴ συνῆγε τοῖς ὅπλοις βιαζόμενος, εἰς τὸ αὐτὸ συνενεγκὼν τὰ πανταχόθεν, ὥσπερ ἐν κρατῆρι φιλοτησίῳ μείξας τοὺς βίους καὶ τὰ ἤθη καὶ τοὺς γάμους καὶ τὰς διαίτας, πατρίδα μὲν τὴν οἰκουμένην προσέταξεν ἡγεῖσθαι πάντας, ἀκρόπολιν δὲ καὶ φρουρὰν στρατόπεδον, συγγενεῖς δὲ τοὺς ἀγαθούς, ἀλλοφύλους δὲ τοὺς πονηρούς· τὸ δʼ Ἑλληνικὸν καὶ βαρβαρικὸν μὴ χλαμύδι μηδὲ πέλτῃ; μηδʼ ἀκινάκῃ μηδὲ κάνδυι διορίζειν, ἀλλὰ τὸ μὲν [329d] Ἑλληνικὸν ἀρετῇ τὸ δὲ βαρβαρικὸν κακίᾳ τεκμαίρεσθαι· κοινὰς δʼ ἐσθῆτας ἡγεῖσθαι καὶ τραπέζας καὶ γάμους καὶ διαίτας, διʼ αἵματος καὶ τέκνων ἀνακεραννυμένους.
[1.7] Δημάρατος μὲν οὖν ὁ Κορίνθιος εἷς ὢν τῶν Φιλίππου ξένων καὶ φίλων, ὅτʼ Ἀλέξανδρον εἶδεν ἐν Σούσοις, περιχαρὴς γενόμενος καὶ δακρύσας μεγάλης ἔφη χαρᾶς ἐστερῆσθαι τοὺς ἔμπροσθεν τεθνηκότας Ἕλληνας, ὅτι Ἀλέξανδρον οὐκ εἶδον ἐν τῷ Δαρείου θρόνῳ καθεζόμενον. ἐγὼ δʼ οὐδὲ τούτου μὰ Δία τοῦ θεάματος ζηλῶ τοὺς ἰδόντας, ὃ καὶ τύχης ἦν καὶ κοινὸν ἑτέρων βασιλέων ἀλλʼ ἐκείνης ἡδέως ἄν μοι δοκῶ γενέσθαι τῆς καλῆς καὶ ἱερᾶς νυμφαγωγίας θεατής, ὅτε μιᾷ σκηνῇ χρυσωρόφῳ [329e] περιλαβών, ἐφʼ ἑστίας κοινῆς καὶ τραπέζης, ἑκατὸν Περσίδας νύμφας, ἑκατὸν νυμφίους Μακεδόνας καὶ Ἕλληνας, αὐτὸς ἐστεφανωμένος πρῶτος ἀναμέλπων τὸν ὑμέναιον, ὥσπερ φιλοτήσιον ἐπᾴδων μέλος, εἰς κοινωνίαν συνιοῦσι τοῖς μεγίστοις καὶ δυνατωτάτοις γένεσι, μιᾶς νυμφίος, πασῶν δὲ νυμφαγωγὸς ἅμα καὶ πατὴρ καὶ ἁρμοστὴς κατὰ ζυγὰ συνῆπτεν. ἡδέως γὰρ ἂν εἶπον,ὦ βάρβαρε Ξέρξη καὶ ἀνόητε καὶ μάτην πολλὰ περὶ τὴν Ἑλλησποντίαν πονηθεὶς γέφυραν, οὕτως ἔμφρονες βασιλεῖς Ἀσίαν Εὐρώπῃ συνάπτουσιν, οὐ ξύλοις οὐδὲ σχεδίαις οὐδʼ ἀψύχοις [329f] καὶ ἀσυμπαθέσι δεσμοῖς, ἀλλʼ ἔρωτι νομίμῳ καὶ γάμοις σώφροσι καὶ κοινωνίαις παίδων τὰ γένη συνάπτοντες.
[1.8] πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν οὖσαν. τὰ γὰρ ἔξαλλα καὶ τραγικὰ τοῦ βαρβαρικοῦ[330a] κόσμου παραιτησάμενος, οἷον τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμειγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς ἀδιαφόροις χρώμενος, ὡς δʼ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους. τοὐναντίον γὰρ ἦν ἀσόφου καὶ τετυφωμένης ψυχῆς τὴν μὲν αὐτόχρουν χλαμύδα θαυμάζειν, τὸν δὲ περιπόρφυρον χιτῶνα δυσχεραίνειν, ἢ πάλιν ἐκεῖνα μὲν ἀτιμάζειν, [330b] τούτοις δʼ ἐκπεπλῆχθαι, δίκην νηπίου παιδὸς φυλάττοντα τὴν περιβολήν, ἣν ἡ πάτριος αὐτῷ συνήθεια καθάπερ τίτθη περιέθηκε. ζῷα θηρεύοντες ἄνθρωποι δορὰς ἐλάφων περιτίθενται, καὶ πτερωτοῖς ἀμπέχονται χιτωνίσκοις ἄγραις ἐπιχειροῦντες ὀρνίθων, καὶ φυλάττονται ταύροις ὀφθῆναι φοινικίδας ἔχοντες, ἐλέφασι δὲ λευκοὺς χιτῶνας· ἐρεθίζεται γὰρ ὑπὸ τῶν χρωμάτων τὰ ζῷα τούτων καὶ διαθηριοῦται. εἰ δὲ βασιλεὺς μέγας ἔθνη δυσκάθεκτα καὶ μαχόμενα καθάπερ ζῷα τιθασεύων καὶ μειλισσόμενος ἐσθῆσιν οἰκείαις [330c] καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν; οὐχὶ θαυμάζουσι τὴν σοφίαν, ὅτι τῷ τυχόντι μετασχηματισμῷ τὴν Ἀσίαν ἐδημαγώγησε, τοῖς μὲν ὅπλοις τῶν σωμάτων ἐπικρατήσας, τῇ δʼ ἐσθῆτι τὰς ψυχὰς προσαγαγόμενος; καίτοι γʼ Ἀρίστιππον θαυμάζουσι τὸν Σωκρατικόν, ὅτι καὶ τρίβωνι λιτῷ καὶ Μιλησίᾳ χλαμύδι χρώμενος διʼ ἀμφοτέρων ἐτήρει τὸ εὔσχημον Ἀλεξάνδρῳ δʼ ἐγκαλοῦσιν, ὅτι τὴν πάτριον ἐσθῆτα κοσμῶν οὐδὲ τὴν δορίκτητον ὑπερεῖδε, μεγάλων πραγμάτων καταβαλλόμενος [330d] ἀρχάς. οὐ γὰρ λῃστρικῶς τὴν Ἀσίαν καταδραμὼν οὐδʼ ὥσπερ ἅρπαγμα καὶ λάφυρον εὐτυχίας ἀνελπίστου σπαράξαι καὶ ἀνασύρασθαι διανοηθείς, καθάπερ ὕστερον μὲν Ἀννίβας Ἰταλίαν, πρότερον δὲ Τρῆρες Ἰωνίαν καὶ Σκύθαι Μηδίαν ἐπῆλθον· ἀλλʼ ἑνὸς ὑπήκοα λόγου τὰ ἐπὶ γῆς καὶ μιᾶς πολιτείας, ἕνα δῆμον ἀνθρώπους ἅπαντας ἀποφῆναι βουλόμενος, οὕτως ἑαυτὸν ἐσχημάτιζεν· εἰ δὲ μὴ ταχέως ὁ δεῦρο καταπέμψας τὴν Ἀλεξάνδρου ψυχὴν ἀνεκαλέσατο δαίμων, εἷς· ἂν νόμος ἅπαντας ἀνθρώπους διῳκεῖτο καὶ πρὸς ἓν δίκαιον ὡς πρὸς κοινὸν ἐπέβλεπον φῶς. νῦν δὲ τῆς γῆς ἀνήλιον [330e] μέρος ἔμεινεν, ὅσον Ἀλέξανδρον οὐκ εἶδεν.
[1.9] οὐκοῦν πρώτη μὲν ἡ τῆς στρατείας ὑπόθεσις φιλόσοφον τὸν ἄνδρα συνίστησιν, οὐχ ἑαυτῷ τρυφὴν καὶ πολυτέλειαν ἀλλὰ πᾶσιν ἀνθρώποις ὁμόνοιαν καὶ εἰρήνην καὶ κοινωνίαν πρὸς ἀλλήλους παρασκευάσαι διανοηθέντα.
δεύτερον δʼ αὐτοῦ καὶ τὰς φωνὰς ἴδωμεν, ἐπεὶ καὶ τὰ τῶν ἄλλων ἤθη βασιλέων καὶ δυναστῶν μάλιστα ταῖς φωναῖς αἱ ψυχαὶ προβάλλουσιν. Ἀντίγονος ὁ γέρων, σοφιστοῦ τινος αὐτῷ σύγγραμμα προσδιδόντος περὶ δικαιοσύνης, ἀβέλτερος εἶ, εἶπεν, ὃς ὁρῶν με τὰς ἀλλοτρίας πόλεις τύπτοντα λέγεις περὶ δικαιοσύνης. Διονύσιος [330f] δʼ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δʼ ἄνδρας ὅρκοις ἐξαπατᾶν. τοῖς δὲ Σαρδαναπάλλου μνημείοις ἐπιγέγραπται ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα. τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δʼ ἀθεότητα, τῷ δʼ ἀδικίαν καὶ πλεονεξίαν; τῶν δʼ Ἀλεξάνδρου φωνῶν ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα [331a] καὶ τὴν εὐγένειαν, Σωκράτους ἢ Πλάτωνος ἢ Πυθαγόρου σοι φανοῦνται. μὴ γὰρ ἃς οἱ ποιηταὶ ταῖς εἰκόσιν αὐτοῦ καὶ τοῖς ἀνδριᾶσι μεγαληγορίας ἐπεχάραττον, οὐ τῆς μετριότητος ἀλλὰ τῆς δυνάμεως τῆς Ἀλεξάνδρου στοχαζόμενοι, σκοπῶμεν αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε. καὶ ἄλλου ἀνδρός, ἐγὼ Διὸς μὲν υἱός. ταῦτα μὲν οὖν, ὡς ἔφην, οἱ ποιηταὶ κολακεύοντες αὐτοῦ τὴν τύχην προσεῖπον.
τῶν δʼ ἀληθινῶν ἀποφθεγμάτων Ἀλεξάνδρου [331b] πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι. ποδωκέστατος γὰρ τῶν ἐφʼ ἡλικίας νέων γενόμενος καὶ τῶν ἑταίρων αὐτὸν ἐπʼ Ὀλύμπια παρορμώντων, ἠρώτησεν, εἰ βασιλεῖς ἀγωνίζονται· τῶν δʼ οὐ φαμένων, ἄδικον εἶπεν εἶναι τὴν ἅμιλλαν, ἐν ᾗ νικήσει μὲν ἰδιώτας, νικηθήσεται δὲ βασιλεύς.
τοῦ δὲ πατρὸς Φιλίππου λόγχῃ τὸν μηρὸν ἐν Τριβαλλοῖς διαπαρέντος, καὶ τὸν μὲν κίνδυνον διαφυγόντος, ἀχθομένου δὲ τῇ χωλότητι, θάρρει, πάτερ, ἔφη, καὶ πρόιθι φαιδρῶς, ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς. ταῦτʼ οὐκ ἔστι διανοίας [331c] φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης; πῶς γὰρ αὐτὸν οἴει τοῖς ἰδίοις ἀγάλλεσθαι τραύμασι, καθʼ ἕκαστον μέρος ἔθνους μνημονεύοντα καὶ νίκης καὶ πόλεων ἁλισκομένων καὶ βασιλέων παραδιδόντων, οὐκ ἐγκαλυπτόμενον οὐδὲ κατακρύπτοντα τὰς οὐλάς, ἀλλʼ ὥσπερ εἰκόνας ἐγκεχαραγμένας ἀρετῆς καὶ ἀνδραγαθίας περιφέροντα;
[1.10] καὶ μὴν εἴ ποτε γένοιτο τῶν Ὁμήρου σύγκρισις ἐπῶν. ἐν ταῖς διατριβαῖς ἢ παρὰ τὰ συμπόσια, ἄλλον ἄλλου στίχον προκρίνοντος, αὐτὸς ὡς διαφέροντα πάντων ἐνέκρινε τοῦτον, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, [331d] ὃν ἄλλος ἔπαινον τῷ χρόνῳ προέλαβε, τοῦτον αὑτῷ νόμον κεῖσθαι λογιζόμενος, ὥστʼ εἰπεῖν Ὅμηρον ὅτι τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος ἀνδραγαθίαν κεκόσμηκε, τὴν δʼ Ἀλεξάνδρου μεμάντευται. διαβὰς τοίνυν τὸν Ἑλλήσποντον ἐθεᾶτο τὴν Τροίαν ἀνατυπούμενος τὰς ἡρωικὰς πράξεις· καί τινος αὐτῷ τῶν ἐγχωρίων ὑποσχομένου τὴν Πάριδος λύραν, εἰ βούλοιτο, δώσειν, οὐδέν, ἔφη, τῆς ἐκείνου δέομαι· τὴν γὰρ Ἀχιλλέως κέκτημαι, πρὸς ἣν ἐκεῖνος ἀνεπαύετο ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν· ἡ δὲ Πάριδος πάντως μαλακήν τινα καὶ θήλειαν [331e] ἁρμονίαν ἐρωτικοῖς ἔψαλλε μέλεσι. Φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς ἄνδρας θαυμάζειν μάλιστα· τοῦτο δʼ Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων. καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστοτέλην εἴρηται· καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε, Πύρρωνι δὲ τῷ Ἠλείῳ πρῶτον ἐντυχόντι μυρίους χρυσοῦς ἔδωκε, Ξενοκράτει δὲ τῷ Πλάτωνος συνήθει πεντήκοντα τάλαντα δωρεὰν ἔπεμψεν, Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητὴν ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν ὑπὸ πλειόνων ἱστόρηται.
Διογένει δʼ αὐτῷ περὶ Κόρινθον εἰς λόγους [331f] ἐλθὼν οὕτως ἔφριξε καὶ κατεπλάγη τὸν βίον καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥστε πολλάκις αὐτοῦ μνημονεύων λέγειν, εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην, τουτέστιν ἠσχολούμην ἂν περὶ λόγους, εἰ μὴ διʼ ἔργων ἐφιλοσόφουν. οὐκ εἶπεν, εἰ μὴ βασιλεὺς ἤμην, Διογένης ἂν ἤμην, οὐδʼ, εἰ μὴ πλούσιος καὶ Ἀργεάδης · οὐ γὰρ [332a] προέκρινε τὴν τύχην τῆς σοφίας οὐδὲ τὴν πορφύραν καὶ τὸ διάδημα τῆς πήρας καὶ τοῦ τρίβωνος· ἀλλʼ εἶπεν, εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην, τουτέστιν εἰ μὴ ʼτὰ βαρβαρικὰ τοῖς Ἑλληνικοῖς κεράσαι διενοούμην καὶ πᾶσαν ἤπειρον ἐπιὼν ἐξημερῶσαι, καὶ πέρατα γῆς ἀνερευνῶν καὶ θαλάττης ὠκεανῷ προσερεῖσαι Μακεδονίαν, καὶ τὴν Ἑλλάδος σπεῖραι καὶ καταχέασθαι γένους παντὸς εὐδικίαν καὶ εἰρήνην, οὐκ ἂν ἐν ἀπράκτῳ τρυφῶν ἐξουσίᾳ καθήμην, ἀλλʼ ἐζήλουν ἂν τὴν Διογένους εὐτέλειαν. νῦν δὲ σύγγνωθι, Δι,όγενες, Ἡρακλέα μιμοῦμαι καὶ Περσέα ζηλῶ, καὶ τὰ [332b] Διονύσου μετιὼν ἴχνη, θεοῦ γενάρχου καὶ προπάτορος, βούλομαι πάλιν ἐν Ἰνδίᾳ νικῶντας Ἕλληνας ἐγχορεῦσαι καὶ τοὺς ὑπὲρ Καύκασον ὀρείους καὶ ἀγρίους τῶν βακχικῶν κώμων ἀναμνῆσαι. κἀκεῖ τινες εἶναι λέγονται στερρᾶς καὶ γυμνήτιδος σοφίας ἐθάδες ἄνδρες ἱεροὶ καὶ αὐτόνομοι, θεῷ σχολάζοντες, εὐτελέστεροι Διογένους, οὐδὲν πήρας δεόμενοι· τροφὴν γὰρ οὐκ ἀποτίθενται, πρόσφατον ἀεὶ καὶ νέαν ἀπὸ γῆς ἔχοντες· ποτὸν δὲ ποταμοὶ ῥέουσι· φύλλα δʼ αὐτοῖς δένδρων ἀποχυθέντα καὶ πόα γῆς ἐγκατακλιθῆναι. διʼ ἐμὲ κἀκεῖνοι Διογένη γνώσονται καὶ Διογένης ἐκείνους. [332c] δεῖ κἀμὲ νόμισμα παρακόψαι καὶ παραχαράξαι τὸ βαρβαρικὸν Ἑλληνικῇ πολιτείᾳ.
[1.11] εἶεν· αἱ δὴ πράξεις αὐτοῦ πότερον αὐτοματισμὸν ἐπιφαίνουσι τύχης καὶ βίαν πολεμικὴν καὶ χειροκρατίαν, ἢ πολλὴν μὲν ἀνδρείαν καὶ δικαιοσύνην, πολλὴν δὲ σωφροσύνην καὶ πραότητα μετὰ κόσμου καὶ συνέσεως, νήφοντι καὶ πεπνυμένῳ τῷ λογισμῷ πάντα πράττοντος; οὐ γὰρ ἔστιν εἰπεῖν διακρίναντά με μὰ τοὺς θεοὺς, ὅτι τοῦτο μὲν ἀνδρείας, τοῦτο δὲ φιλανθρωπίας, τοῦτο δʼ ἐγκρατείας· ἀλλὰ πᾶν ἔργον ἐκ πασῶν ἔοικε τῶν ἀρετῶν μεμεῖχθαι· βεβαιοῦντος αὐτοῦ τὸν Στωικὸν [332d] ἐκεῖνον λόγον ὅτι πᾶν ὃ ἂν δρᾷ ὁ σοφὸς κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, καὶ μία μέν, ὡς ἔοικεν, ἀρετὴ πρωταγωνιστεῖ πράξεως ἑκάστης, παρακαλεῖ δὲ τὰς ἄλλας καὶ συντείνει πρὸς τὸ τέλος. ἰδεῖν γοῦν ἔστιν ἐν Ἀλεξάνδρῳ τὸ μὲν πολεμικὸν φιλάνθρωπον, τὸ δὲ πρᾶον ἀνδρῶδες, τὸ δὲ χαριστικὸν οἰκονομικόν, τὸ δὲ θυμικὸν εὐδιάλλακτον, τὸ δʼ ἐρωτικὸν σῶφρον, τὸ δʼ ἀνειμένον οὐκ ἀργόν, τὸ δʼ ἐπίπονον οὐκ ἀπαραμύθητον, τίς ἔμειξε πολέμοις ἑορτάς; τίς δὲ κώμοις στρατείας; τίς δὲ πολιορκίαις καὶ παρατάξεσι βακχείας καὶ γάμους καὶ ὑμεναίους; τίς ἀδικοῦσιν ἐχθρότερος ἢ δυστυχοῦσιν ἡμερώ[332e] τερος; τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος;
ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον αἰχμάλωτος, πυθομένου πῶς αὐτῷ χρήσεται, βασιλικῶς, εἶπεν, ὦ Ἀλέξανδρε. πάλιν δʼ ἐπερομένου, μή τι ἄλλο; οὐδέν, εἶπε, πάντα γάρ ἐστιν ἐν τῷ βασιλικῶς. κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεί φιλοσόφως ἐν τούτῳ γὰρ πάντʼ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάρτου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι χορευούσης οὐχ ὕβρισεν ἀλλʼ ἔγημε· φιλοσόφως[332f] . Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδʼ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τὴν νέμεσιν τύχης βασιλικῆς συγκαλύπτων· φιλοσόφως. ἐπιστολὴν δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος Ἡφαιστίωνος, ὡς ἔτυχε, παρακαθημένου καὶ ἁπλῶς [333a] συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν· φιλοσόφως. εἰ γάρ ταῦτα οὐκ ἔστι φιλοσόφως, τίνʼ ἐστὶν ἄλλα;
[1.12] Παραθῶμεν τὰ τῶν ὁμολογουμένων φιλοσόφων. Σωκράτης ἠνέσχετο συγκοιμηθέντος Ἀλκιβιάδου· Ἀλέξανδρος δέ, Φιλοξένου τοῦ τῆς παραλίας ὑπάρχου γράψαντος, ὅτι παῖς ἐν Ἰωνίᾳ γέγονεν οἷος οὐκ ἄλλος ὥραν καὶ εἶδος, καὶ πυνθανομένου διὰ τῶν γραμμάτων εἰ ἀναπέμψοι, πικρῶς ἀντέγραψεν, ὦ κάκιστʼ ἀνθρώπων, τί μοι πώποτε τοιοῦτο συνέγνως, ἵνα τοιαύταις με κολακεύσῃς[333b] ἡδοναῖς; Ξενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν τὸ δὲ δοῦναι, οὔ; ἢ οὐχ ὁμοίως καταφρονεῖν χρημάτων δοκοῦμεν τὸν μὴ προσιέμενον καὶ τὸν χαριζόμενον; οὐκ ἐδεῖτο πλούτου Ξενοκράτης διὰ φιλοσοφίαν, Ἀλέξανδρος δʼ ἐδεῖτο διὰ φιλοσοφίαν, ἵνα τοιούτοις χαρίζηται. τοῦτο ποσάκις Ἀλέξανδρος εἶπε βαλλόμενος, εἰσβιαζόμενος; καίτοι κρίσεις μὲν ὀρθὰς πᾶσιν ἐνυπάρχειν ἀνθρώποις νομίζομεν· ἡ γὰρ φύσις ἀγωγός ἐστιν ἀφʼ ἑαυτῆς πρὸς τὸ καλόν· οἱ δὲ φιλόσοφοι τῶν πολλῶν διαφέρουσι τῷ τὰς κρίσεις [333c] ἔχειν ἐρρωμένας παρὰ τὰ δεινὰ καὶ πεπηγυίας, ἐπεὶ οὐ μετὰ τοιούτων προλήψεων εἷς οἰωνὸς ἄριστος καὶ πέρας μέν ἐστιν ἅπασιν ἀνθρώποις ὁ θάνατος. ἀλλὰ θραύουσιν οἱ καιροὶ παρὰ τὰ δεινὰ τοὺς λογισμούς, καὶ τὰς κρίσεις ἐκκρούουσιν αἱ φαντασίαι τῶν κινδύνων ἐγγὺς γενομένων. φόβος γὰρ οὐ μόνον μνήμην ἐκπλήττει, κατὰ τὸν Θουκυδίδην, ἀλλὰ καὶ προαίρεσιν πᾶσαν καὶ φιλοτιμίαν καὶ ὁρμήν, εἰ μὴ μηρίνθους φιλοσοφία περιτέθεικεν.
Capítulo 2
[2.1] διέφυγεν ἡμᾶς, ὡς ἔοικε, χθὲς εἰπεῖν ὅτι καὶ τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατʼ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν· ἢ τοῦτο μὲν οὐ [333e] τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστʼ ἀμείψασθαι δυνάμενον. λέγεται γοῦν ὅτι χρόνοις ὕστερον Ἀρχεστράτου γενομένου ποιητοῦ χαρίεντος, ἐν δὲ πενίᾳ καὶ ἀδοξίᾳ διάγοντος εἶπέ τις πρὸς αὐτόν, ἀλλʼ εἰ κατʼ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν. οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ κατʼ Ἀλέξανδρον ἀλλὰ διʼ Ἀλέξανδρον τοὺς πρώτους γενέσθαι. καρπῶν μὲν γὰρ εὐφορίαν εὐκρασία ποιεῖ καὶ λεπτότης τοῦ περιέχοντος ἀέρος, τεχνῶν δὲ καὶ φύσεων ἀγαθῶν αὔξησιν εὐμένεια καὶ τιμὴ καὶ φιλανθρωπία βασιλέως[333f] ἐκκαλεῖται· καὶ τοὐναντίον ὑπὸ φθόνου καὶ σμικρολογίας ἢ φιλονεικίας τῶν κρατούντων σβέννυται καὶ φθίνει πᾶν τὸ τοιοῦτο.
Διονύσιος γοῦν ὁ τύραννος, ὥς φασι, κιθαρῳδοῦ τινος εὐδοκιμοῦντος ἀκούων ἐπηγγείλατο δωρεὰν αὐτῷ τάλαντον· τῇ δʼ ὑστεραίᾳ τοῦ ἀνθρώπου τὴν ὑπόσχεσιν ἀπαιτοῦντος, χθές, εἶπεν, εὐφραινόμενος[334a] ὑπὸ σοῦ παρʼ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς ἐλπίσιν· ὥστε τὸν μισθὸν ὧν ἔτερπες ἀπελάμβανες εὐθὺς ἀντιτερπόμενος.
Ἀλέξανδρος δʼ ὁ Φεραίων τύραννος ἔδει δὲ τοῦτο μόνον αὐτὸν καλεῖσθαι καὶ μὴ καταισχύνειν τὴν ἐπωνυμίαν. ν̓, θεώμενος τραγῳδὸν ἐμπαθέστερον ὑφʼ ἡδονῆς διετέθη πρὸς τὸν οἶκτον. ἀναπηδήσας οὖν ἐκ τοῦ θεάτρου θᾶττον ἢ βάδην ἀπῄει, δεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται τοῖς Ἑκάβης καὶ Πολυξένης πάθεσιν ἐπιδακρύων. οὗτος μὲν οὖν μικροῦ καὶ δίκην ἐπράξατο [334b] τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν.
Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾄδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιονσὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς. ὁ δʼ Ἀρχέλαος οὐκ ἀμούσως ἀντεφώνησε, σὺ δέ γʼ αἰτεῖς.
ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς Ἀτέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλʼ ὄνων ἐπιτηδειοτέραν [334c] ἀκούειν. τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης; ἀλλʼ οὐδὲ παρὰ τοῖς ἀντιτέχνοις ἐθέλουσιν εἶναι, καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. οἷος ἦν πάλιν αὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθεὶς εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν.
ἦν δὲ καὶ Φίλιππος ἐν τούτοις ὑπʼ ὀψιμαθίας ἑαυτοῦ μικρότερος καὶ νεοπρεπέστερος· ὅθεν καί φασι πρός τινα ψάλτην περὶ κρουμάτων αὐτοῦ [334d] διαφερομένου καὶ δοκοῦντος ἐξελέγχειν, ἠρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν, μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.
[2.2] ἀλλʼ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις. ταύτην ἔχων τέχνην προγονικὴν ἀπʼ Αἰακιδῶν, ἀφʼ Ἡρακλέους, ταῖς δʼ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δʼ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι. γεγόνασι δὲ κατʼ αὐτὸν τραγῳδοὶ μὲν [334e] οἱ περὶ Θετταλὸν καὶ Ἀθηνόδωρον, ὧν ἀνταγωνιζομένων ἀλλήλοις, ἐχορήγουν μὲν οἱ Κύπριοι βασιλεῖς, ἔκρινον δʼ οἱ δοκιμώτατοι τῶν στρατηγῶν. ἐπεὶ δʼ ἐνίκησεν Ἀθηνόδωρος, ἐβουλόμην ἄν, ἔφη, μᾶλλον ἀπολωλεκέναι μέρος τῆς βασιλείας ἢ Θετταλὸν ἐπιδεῖν ἡττημένον. ἀλλʼ οὔτʼ ἐνέτυχε τοῖς κριταῖς οὔτε τὴν κρίσιν ἐμέμψατο, πάντων οἰόμενος δεῖν περιεῖναι, τοῦ δικαίου δʼ ἡττᾶσθαι.
κωμῳδοὶ δʼ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα· τούτῳ δʼ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα.
κιθαρῳδοὶ δʼ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν [334f] μάχῃ τινὶ προσβοηθήσας ἔπεσε λαμπρῶς ἀγωνισάμενος. ἐκέλευσεν οὖν αὐτοῦ γενέσθαι καὶ σταθῆναι χαλκοῦν ἀνδριάντα Πυθοῖ, κιθάραν ἔχοντα καὶ δόρυ προβεβλημένον, οὐ τὸν ἄνδρα τιμῶν μόνον, ἀλλὰ καὶ μουσικὴν κοσμῶν ὡς ἀνδροποιὸν καὶ μάλιστα δὴ πληροῦσαν ἐνθουσιασμοῦ καὶ [335a] ὁρμῆς τοὺς γνησίως ἐντρεφομένους. καὶ γὰρ αὐτός, Ἀντιγενίδου ποτὲ τὸν ἁρμάτειον αὐλοῦντος νόμον, οὕτω παρέστη καὶ διεφλέχθη τὸν θυμὸν ὑπὸ τῶν μελῶν, ὥστε τοῖς ὅπλοις ᾄξας ἐπιβαλεῖν τὰς χεῖρας ἐγγὺς παρακειμένοις καὶ μαρτυρῆσαι τοῖς Σπαρτιάταις ᾄδουσιν ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίδδειν.
ἦν δὲ καὶ Ἀπελλῆς ὁ ζωγράφος καὶ Λύσιππος ὁ πλάστης κατʼ Ἀλέξανδρον· ὧν ὁ μὲν ἔγραψε τὸν κεραυνοφόρον οὕτως ἐναργῶς καὶ κεκραμένως, ὥστε λέγειν ὅτι δυοῖν Ἀλεξάνδρων ὁ μὲν Φιλίππου γέγονεν ἀνίκητος, ὁ δʼ Ἀπελλοῦ ἀμίμητος. Λυσίππου [335b] δὲ τὸν πρῶτον Ἀλέξανδρον πλάσαντος, ἄνω βλέποντα τῷ προσώπῳ πρὸς τὸν οὐρανὸν ὥσπερ αὐτὸς εἰώθει βλέπειν Ἀλέξανδρος ἡσυχῆ παρεγκλίνων τὸν τράχηλον ἐπέγραψέ τις οὐκ ἀπιθάνως αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε. διὸ καὶ μόνον Ἀλέξανδρος ἐκέλευε Λύσιππον εἰκόνας αὐτοῦ δημιουργεῖν. μόνος γὰρ οὗτος, ὡς ἔοικε, κατεμήνυε τῷ χαλκῷ τὸ ἦθος αὐτοῦ καὶ συνεξέφερε τῇ μορφῇ τὴν ἀρετήν· οἱ δʼ ἄλλοι τὴν ἀποστροφὴν τοῦ τραχήλου καὶ τῶν ὀμμάτων τὴν διάχυσιν καὶ ὑγρότητα μιμεῖσθαι θέλοντες οὐ διεφύλαττον αὐτοῦ τὸ ἀρρενωπὸν καὶ λεοντῶδες.
[335c] ἐν δʼ οὖν τοῖς ἄλλοις τεχνίταις καὶ Στασικράτης ἦν ἀρχιτέκτων, οὐδὲν ἀνθηρὸν οὐδʼ ἡδὺ καὶ πιθανὸν τῇ ὄψει διώκων, ἀλλὰ καὶ χειρὶ μεγαλουργῷ καὶ διαθέσει χορηγίας βασιλικῆς οὐκ ἀποδεούσῃ χρώμενος. οὗτος ἀναβὰς πρὸς Ἀλέξανδρον ἐμέμφετο τὰς γραφομένας εἰκόνας αὐτοῦ καὶ γλυφομένας καὶ πλαττομένας, ὡς ἔργα δειλῶν καὶ ἀγεννῶν τεχνι,τῶν· ἐγὼ δʼ, εἶπεν, εἰς ἄφθαρτον, ὦ βασιλεῦ, καὶ ζῶσαν ὕλην καὶ ῥίζας ἔχουσαν ἀιδίους καὶ βάρος ἀκίνητον καὶ ἀσάλευτον ἔγνωκά σου [335d] τὴν ὁμοιότητα καταθέσθαι τοῦ σώματος. ὁ γάρ Θρᾴκιος Ἄθως, ᾗ μέγιστος αὑτοῦ καὶ περιφανέστατος ἐξανέστηκεν ἔχων ἑαυτῷ σύμμετρα πλάτη καὶ ὕψη καὶ μέλη καὶ ἄρθρα καὶ διαστήματα μορφοειδῆ, δύναται κατεργασθεὶς καὶ σχηματισθεὶς εἰκὼν Ἀλεξάνδρου καλεῖσθαι καὶ εἶναι, ταῖς μὲν βάσεσιν ἁπτομένου τῆς θαλάττης, τῶν δὲ χειρῶν τῇ μὲν ἐναγκαλιζομένου καὶ φέροντος πόλιν ἐνοικουμένην μυρίανδρον, τῇ δὲ δεξιᾷ ποταμὸν ἀέναον ἐκ φιάλης σπένδοντος εἰς τὴν θάλατταν ἐκχεόμενον. χρυσὸν δὲ καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ ξύλα καὶ [335e] βαφάς, ἐκμαγεῖα μικρὰ καὶ ὠνητὰ καὶ κλεπτόμενα καὶ συγχεόμενα, καταβάλωμεν. ταῦτʼ ἀκούσας Ἀλέξανδρος τὸ μὲν φρόνημα τοῦ τεχνίτου καὶ τὸ θάρσος ἀγασθεὶς ἐπῄνεσεν, ἔα δὲ κατὰ χώραν, ἔφη, τὸν Ἄθω μένειν ἀρκεῖ γὰρ ἑνὸς βασιλέως ἐνυβρίσαντος εἶναι μνημεῖον ἐμὲ δʼ ὁ Καύκασος δείξει καὶ τὰ Ἠμωδὰ καὶ Τάναϊς καὶ τὸ Κάσπιον πέλαγος. αὗται τῶν ἐμῶν ἔργων εἰκόνες.
[2.3] ἀλλὰ φέρε πρὸς θεῶν ἐκτελεσθῆναι καὶ φανῆναι τοιοῦτον ἔργον ἔσθʼ ὅστις ἂν ἰδὼν ὑπέλαβε κατὰ τύχην γεγονέναι καὶ αὐτομάτως τὸ σχῆμα [335f] καὶ τὴν διάθεσιν καὶ τὸ εἶδος; οὐδεὶς ἂν οἶμαι. τί δὲ τὸν κεραυνοφόρον; τί δὲ τὸν ἐπὶ τῆς αἰχμῆς προσαγορευόμενον; εἶτʼ ἀνδριάντος μὲν μέγεθος οὐκ ἂν ἄνευ τέχνης ὑπὸ τύχης γένοιτο χρυσὸν καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ πολλὴν καὶ πλουσίαν ὕλην καταχεαμένης καὶ παραβαλούσης, ἄνδρα δὲ μέγαν, μᾶλλον δὲ τῶν γεγονότων ἁπάντων μέγιστον, ἐνδέχεται χωρὶς ἀρετῆς ἀποτελεσθῆναι διὰ τύχην, ὅπλα καὶ χρήματα καὶ πεζοὺς[336a] καὶ ἵππους παρασκευάσασαν; ἃ τῷ μὴ μαθόντι χρῆσθαι κίνδυνός ἐστιν, οὐ δύναμις οὐδὲ κόσμος, ἀλλʼ ἔλεγχος τῆς ἀσθενείας καὶ μικρότητος. ὀρθῶς γὰρ Ἀντισθένης ἔλεγεν ὅτι πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τἀγαθὰ πλὴν ἀνδρείας· γίγνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων. διὰ τοῦτό φασι καὶ τὴν φύσιν ἀγεννεστάτῳ ζῴῳ τῷ ἐλάφῳ κέρατα θαυμαστὰ τῷ μεγέθει καὶ τραχύτητι πρὸς ἄμυναν ἐμφῦσαι, διδάσκουσαν ἡμᾶς ὡς οὐδὲν ὠφελεῖ τὸ ἰσχύειν καὶ ὡπλίσθαι τοὺς μένειν καὶ θαρρεῖν μὴ δυναμένους. [336b] οὕτω καὶ ἡ τύχη πολλάκις ἀτόλμοις καὶ ἀνοήτοις προσάπτουσα δυνάμεις καὶ ἀρχάς, αἷς ἐνασχη - μονοῦσι, κοσμεῖ καὶ συνίστησι τὴν ἀρετὴν ὡς μόνην μέγεθος ἀνδρὸς καὶ κάλλος οὖσαν. εἰ μὲν γάρ, ὥς φησιν Ἐπίχαρμος, νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ κωφὰ καὶ τυφλά, τυγχάνει λόγου δεόμενα. αἱ γὰρ αἰσθήσεις ἰδίας ἔχειν ἀφορμὰς δοκοῦσιν ὅτι δὲ νοῦς ὠφελεῖ καὶ νοῦς κοσμεῖ καὶ νοῦς τὸ νικῶν καὶ κρατοῦν καὶ βασιλεῦον, τὰ δʼ ἄλλα τυφλὰ καὶ κωφὰ καὶ ἄψυχα παρέλκει καὶ βαρύνει καὶ καταισχύνει χωρὶς ἀρετῆς τοὺς ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι.
[336c] τῆς γὰρ αὐτῆς δυνάμεως ὑποκειμένης καὶ ἡγεμονίας, Σεμίραμις μὲν οὖσα γυνὴ στόλους ἐπλήρου καὶ φάλαγγας ὥπλιζε καὶ Βαβυλῶνας ἔκτιζε, καὶ περιέπλει τὴν Ἐρυθρὰν θάλατταν Αἰθίοπας καταστρεφομένη καὶ Ἄραβας· Σαρδανάπαλλος δʼ ἀνὴρ πεφυκὼς ἔξαινεν οἴκοι πορφύραν, ἀναβάδην ἐν ταῖς παλλακαῖς καθήμενος· ἀποθανόντος δʼ αὐτοῦ, λιθίνην εἰκόνα κατασκευάσαντες ἐπορχουμένην ἑαυτῇ βαρβαριστὶ καὶ τοῖς δακτύλοις ὑπὲρ κεφαλῆς οἷον ὑποψοφοῦσαν, ἐπέγραψαν, ἔσθιε, πῖνε, ἀφροδισίαζε· τἄλλα δʼ οὐδέν.
ὁ μὲν οὖν Κράτης ἰδὼν χρυσῆν εἰκόνα Φρύνης [336d] τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε· τὸν δὲ Σαρδαναπάλλου βίον ἄν τις ἢ τάφον οὐδὲν γάρ, οἶμαι, διαφέρει θεασάμενος εἴποι τοῦτο τῶν τῆς Τύχης ἀγαθῶν τρόπαιον εἶναι. τί οὖν; ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρʼ αὐτῆς; ὅπλων, ἵππων, βελῶν, χρημάτων, δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται ποιησάτω τούτοις μέγαν Ὦχον ἢ Ὀάρσην [336e] ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέλαβε, λάφυρον γενομένην Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.
[2.4] εἴπωμεν οὖν ὅτι μικροὺς ἡ Τύχη καὶ περιδεεῖς ποιεῖ καὶ ταπεινόφρονας; ἀλλʼ οὐ δίκαιον οὔτε κακίαν εἰς ἀτυχίαν οὔτʼ ἀνδρείαν καὶ φρόνησιν εἰς εὐτυχίαν τινὰ τίθεσθαι. μέγα δὲ τῷ ἄρχειν Ἀλέξανδρον ἡ Τύχη· καὶ γὰρ ἔνδοξος ἐν ἐκείνῳ καὶ ἀήττητος καὶ μεγαλόφρων καὶ ἀνύβριστος καὶ [336f] φιλάνθρωπος εἶτʼ ἐκλιπόντος εὐθὺς ὁ Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ τὰς χεῖρας ἐπʼ οὐδένα σκοπὸν φερομένας· οὕτως ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπʼ ἀναρχίας τὸ μέγεθος αὐτῆς. μᾶλλον δʼ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλʼ ἐξίσταται καὶ διαλύεται ἀπʼ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει· οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμις[337a] ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις, ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις· τέλος δʼ ἀπομαραινομένη καὶ φθίνουσα περὶ αὑτὴν οἷον εὐλάς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. αὐτὸς μὲν οὖν ταῦθʼ, ὡς ἔοικεν, Ἡφαιστίωνι διενεχθέντι πρὸς Κρατερὸν ἐπιτιμῶν, τίς δʼ, εἶπεν, ἡ σὴ δύναμις ἢ πρᾶξις, ἂν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; ἐγὼ δὲ τοῦτʼ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσω, τί σου τὸ μέγεθος, τίς δʼ ἡ δόξα, ποῦ δʼ ἡ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ἂν [337b] σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; τουτέστιν ἂν σοὺ τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα; ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. τίς μέγας ἐν ἐξουσίαις μετʼ ἀβελτερίας καὶ [337c] μοχθηρίας; ἄφελε τὴν ἀρετὴν τοῦ εὐτυχοῦντος, καὶ πανταχοῦ μικρός ἐστιν, ἐν χάρισι διὰ σμικρολογίαν, ἐν πόνοις διὰ μαλακίαν, παρὰ θεοῖς διὰ δεισιδαιμονίαν, πρὸς ἀγαθοὺς διὰ φθόνον, ἐν ἀνδράσι διὰ φόβον, ἐν γυναιξὶ διὰ φιληδονίαν. ὥσπερ γὰρ οἱ φαῦλοι τεχνῖται βάσεις μεγάλας μικροῖς ὑφιστάντες ἀναθήμασιν ἐλέγχουσιν αὐτῶν καὶ τὰς μικρότητας, οὕτως ἡ Τύχη, ὅταν μικρὸν ἦθος ἐξάρῃ πράγμασιν ἔχουσιν ὄγκον τινὰ καὶ περιφάνειαν, ἐπιδείκνυσι μᾶλλον καὶ καταισχύνει σφαλλόμενον καὶ σαλευόμενον ὑπὸ κουφότητος.
[2.5] ὅθεν οὐκ ἐν τῇ κτήσει τῶν ἀγαθῶν ἀλλʼ ἐν [337d] τῇ χρήσει τὸ μέγʼ ἐστίν, ἐπεὶ καὶ νήπια βρέφη κληρονομεῖ βασιλείας πατρῴας καὶ ἀρχάς, ὡς Χάριλλος, ὃν Λυκοῦργος ἅμα τῷ σπαργάνῳ κομίσας εἰς τὸ φιδίτιον ἀνθʼ ἑαυτοῦ βασιλέα τῆς Σπάρτης ἀνηγόρευσε· καὶ οὐκ ἦν μέγας ὁ νήπιος, ἀλλʼ ὁ τῷ νηπίῳ τὸ πατρῷον ἀποδοὺς γέρας καὶ μὴ σφετερισάμενος μηδʼ ἀποστερήσας.
Ἀριδαῖον δὲ τίς ἂν ἐποίησε μέγαν; ὃν οὐδὲν νηπίου διαφέροντα μόνον δὲ σπαργανωθέντα πορφύρᾳ Μελέαγρος εἰς τὸν Ἀλεξάνδρου θρόνον ἔθηκεν, εὖ γε ποιῶν, ἵνʼ ὀφθῇ παρʼ ἡμέρας ὀλίγας πῶς ἀρετῇ βασιλεύουσιν ἄνθρωποι καὶ πῶς τύχῃ. ἀγωνιστῇ γὰρ ἡγεμονίας ὑποκριτὴν ἐπεισήγαγε, [337e] μᾶλλον δʼ ὡς ἐπὶ σκηνῆς τὸ διάδημα κωφὸν διεξῆλθε τῆς οἰκουμένης. καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη. τοὐναντίον μὲν οὖν εἴποι τις ἂν ὅτι ἀναλαβεῖν καὶ ἀναθέσθαι δύναμιν καὶ πλοῦτον καὶ ἀρχὴν καὶ γυναικός ἐστι καὶ παιδός· Ὀάρσῃ καὶ Δαρείῳ Βαγώας ὁ εὐνοῦχος ἀράμενος ἐπέθηκε τὴν Περσῶν βασιλείαν τὸ δὲ λαβόντα μεγάλην ἐξουσίαν ἐνεγκεῖν καὶ μεταχειρίσασθαι καὶ μὴ συντριβῆναι μηδὲ διαστραφῆναι τῷ βάρει καὶ μεγέθει τῶν πραγμάτων, ἀνδρός ἐστιν ἀρετὴν καὶ νοῦν καὶ φρόνημʼ [337f] ἔχοντος· ἣν Ἀλέξανδρος ἔσχεν, ᾧ μέθην τινὲς ἐγκαλοῦσι καὶ οἴνωσιν. ὁ δʼ ἦν μέγας, ἐν τοῖς πράγμασι νήφων καὶ μὴ μεθυσθεὶς μηδὲ βακχευθεὶς ὑπʼ ἐξουσίας καὶ δυνάμεως, ἧς μικρὸν ἕτεροι μεταλαβόντες καὶ ἀπογευσάμενοι κρατεῖν ἑαυτῶν οὐ δύνανται· κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος, ἢ πόλεος ἐμπεσόντες εἰς τιμάς τινας, σκιρτῶσιν, ἀδόκητʼ εὐτυχησάντων δόμων. [338a] Κλεῖτος ἐν Ἀμοργῷ τρεῖς ἢ τέτταρας Ἑλληνικὰς ἀνατρέψας τριήρεις Ποσειδῶν ἀνηγορεύθη καὶ τρίαιναν ἐφόρει. Δημήτριος δέ, ᾧ τῆς Ἀλεξάνδρου δυνάμεως ἡ Τύχη σμικρὸν ἀποσπάσασα προσέθηκε, Καταιβάτης καλούμενος ὑπήκουε, καὶ πρέσβεις πρὸς αὐτὸν οὐκ ἔπεμπον ἀλλὰ θεωροὺς αἱ πόλεις, καὶ τὰς ἀποκρίσεις χρησμοὺς προσηγόρευον. Λυσίμαχος τὰ περὶ Θρᾴκην ὥσπερ ἐσχατιάς τινας τῆς βασιλείας κατασχὼν εἰς τοσοῦτον ὑπεροψίας ἔφθασε καὶ θρασύτητος, ὥστʼ εἰπεῖν, νῦν Βυζάντιοι πρὸς ἐμὲ ἥκουσιν, ὅτε τῇ λόγχῃ τοῦ οὐρανοῦ [338b] ἅπτομαι. παρὼν δὲ Πασιάδης ὁ Βυζάντιος, ὑπάγωμεν, ἔφη μὴ τῇ ἐπιδορατίδι τὸν οὐρανὸν τρυπήσῃ.
καίτοι τί ἂν περὶ τούτων λέγοι τις, οἷς ἐξῆν διʼ Ἀλέξανδρον μέγα φρονεῖν, ὅπου καὶ Κλέαρχος Ἡρακλείας τύραννος γενόμενος σκηπτὸν ἐφόρει, καὶ τῶν υἱῶν ἕνα Κεραυνὸν ὠνόμασε; Διονύσιος δὲ ὁ νεώτερος Ἀπόλλωνος υἱὸν ἑαυτὸν ὠνόμασεν, ἐπιγράψας Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών. ὁ δὲ πατὴρ αὐτοῦ τῶν μὲν πολιτῶν μυρίους ἢ καὶ πλείους ἀνελών, προδοὺς δὲ τὸν ἀδελφὸν ὑπὸ φθόνου τοῖς πολεμίοις, οὐκ ἀναμείνας δὲ τὴν μητέρα[338c] γραῦν οὖσαν ὀλίγαις ἡμέραις ἀποθανεῖν ὕστερον ἀλλʼ ἀποπνίξας, ἐν δὲ τραγῳδίᾳ γράψας αὐτὸς ἡ γάρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ· ὅμως τῶν θυγατέρων τὴν μὲν Ἀρετὴν τὴν δὲ Σωφροσύνην ὠνόμασε τὴν δὲ Δικαιοσύνην. οἱ δʼ Εὐεργέτας οἱ δὲ Καλλινίκους οἱ δὲ Σωτῆρας οἱ δὲ Μεγάλους ἀνηγόρευσαν ἑαυτούς. γάμους δʼ αὐτῶν ἐπαλλήλους ὥσπερ ἵππων ἐν ἀγέλαις γυναικῶν ἀνέδην διημερευόντων, καὶ φθορὰς παίδων καὶ τυμπανισμοὺς ἐν ἀνδρογύνοις καὶ κυβείας μεθημερινὰς καὶ αὐλήσεις ἐν θεάτροις, καὶ νύκτα μὲν ἐν δείπνοις ἡμέραν δʼ ἐν ἀρίστοις ἐπιλείπουσαν, οὐδεὶς ἂν ἐφίκοιτο τῷ λόγῳ διελθεῖν.
[2.6] ἀλλʼ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου καθεζόμενος, ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δʼ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἐπιβαίνειν ἅρματος. ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ, μόνης ἐρασθείς· τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις· τῶν δʼ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτον σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν ἄκουσαν μὲν γὰρ οὐδεμίαν εἶδεν, ἃς δʼ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς [338e] καλοῖς ἐχρῆτο. περὶ δὲ τῆς Δαρείου γυναικός, εὐπρεπεστάτης γενομένης, οὐδὲ φωνὴν ἐπαινοῦσαν τὸ κάλλος ἤκουσεν· ἀποθανοῦσαν δʼ οὕτω βασιλικῶς ἐκόσμησε καὶ συμπαθῶς ἐδάκρυσεν, ὥστʼ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα. Δαρεῖος γὰρ ὑπόπτως ἐκινήθη πρὸς τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἡλικίαν εἷς γὰρ ἦν καὶ αὐτὸς ἔτι τῶν νομιζόντων διὰ Τύχην κρατεῖν Ἀλέξανδρον· ἐπεὶ δὲ τἀληθὲς ἔγνω βασανίσας πανταχόθεν, οὐ πάντως, εἶπεν, ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς [338f] οὐδʼ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. ἐγὼ ʼ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵνʼ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι· καὶ μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι· εἰ δʼ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε. τοῦτʼ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.
[2.7] οὕτω νικῶσιν ἀρετῇ. πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε· διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον· ἀλλʼ οὔτι γε σώφρων ἀπὸ Τύχης οὔτʼ ἐγκρατὴς διὰ Τύχην, οὔτʼ ἀνάλωτον ὑφʼ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτα ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον· τἄλλα δʼ ὅπλων ἦσαν [339b] ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. ἐπεὶ ἔν γε πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ἀντιγένης ὁ Δεινομένους καὶ Ἀντιγένης ὁ Πελληναῖος καὶ Φιλώτας ὁ Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων ἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο [339c] τοῖς δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προς αγαγών· εἶτα φωραθεὶς ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν, εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς εἰς τὸν ὀφθαλμὸν, οὐ παρέσχεν οὐδʼ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ πρὶν ἢ τρέψασθαι τοὺς πολεμίους.
Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμείξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς [339d] καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον πυνθανομένου δὲ τὴν· αἰτίαν, ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλατταν ἀπιούσης μὴ δυνάμενος ἀπολειφθῆναι. καὶ τίνος, ἔφη, τὸ γύναιόν ἐστιν, ὁ Ἀλέξανδρος, καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι; τοῦ δʼ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστίν, οὐκοῦν, εἶπε, πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες. οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ.
καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν [339e] τινα τῶν κακῶν εἶχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δʼ ὑπʼ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δʼ ὄψιν ἦν ἱκανή, καὶ τὸν Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. καὶ δὴ ὁ σιδάρεος ἐκεῖνος πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλʼ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν· τί ʼγὰρ ἦν ἐκεῖνος ὁ Φίλιππος, εἰ μὴ Παρμενίων; τί δʼ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δʼ ὁ Ἄμμων, ποῦ δʼ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν; τούτους τοὺς λόγους ἡ Ἀντιγόνα ἐξήνεγκε [339f] πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερόν· κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλʼ ἀπέσχετο· τὸν δὲ Φιλώταν ὑποικουρῶν διʼ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ δι’ ὀργὴν ὁ θυμοειδής, οὐ πρὸς φίλον ὁ πάντα πιστεύων [340a] Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων τὴν κεφαλὴν συνανεγίγνωσκεν· ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.
[2.8] ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος. καὶ γάρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς κέχρηται· καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ, [340b] τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, διʼ ἣν ἄξιος τῆς Τύχης ἐγένετο.
οὐ μὴν ἀλλʼ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, διʼ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. πῶς γὰρ οὐχὶ τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν Ὑστάσπου πρότερον; ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπʼ Ἀτόσσης; ἐπὶ θύρας αὐτῷ τὸ διάδημα τῆς βασιλείας ἦλθεν, ὥσπερ Ὀάρσῃ διὰ Βαγώαν, καὶ [340c] στολὴν ἐκδυσάμενος ἀστάνδου περιέθετο τὴν βασιλικὴν καὶ ὀρθοπαγῆ κίταριν; ἐξαίφνης καὶ ἀπροσδοκήτως κλήρῳ λαχὼν τῆς οἰκουμένης ἐβασίλευσεν, ὡς Ἀθήνησι κλήρῳ θεσμοθετοῦσι καὶ ἄρχουσι;
βούλει μαθεῖν πῶς βασιλεύουσιν ἄνθρωποι διὰ Τύχην; ἐξέλιπὲ ποτʼ Ἀργείοις τὸ Ἡρακλειδῶν γένος, ἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς· ζητοῦσι δὲ καὶ διαπυνθανομένοις ὁ θεὸς ἔχρησεν ἀετὸν δείξειν· καὶ μεθʼ ἡμέρας ὀλίγας ἀετὸς ὑπερφανεὶς καὶ κατάρας ἐπὶ τὴν Αἴγωνος οἰκίαν ἐκάθισε, καὶ βασιλεὺς ᾑρέθη Αἴγων.
Πἀλιν ἐν Πἀφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος ι ἐκβαλὼν τοῦτον Ἀλέξανδρος [340d] ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δʼ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον. ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ὕδωρ ἐπαντλῶν· καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. ἀχθεὶς δὲ; πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδονίσκῃ βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων· ἐκαλεῖτο δʼ Ἀβδαλώνυμος. οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μετ[340e] αμφιέζουσι, μεταγράφουσι ταχύ καὶ ῥᾳδίως, μὴ προσδεχομένους μηδʼ ἐλπίζοντας.
[2.9] Ἀλεξάνδρῳ δὲ τ ι παρʼ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί μὴ πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάττῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν.
εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν Παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν Τύχην, οὐκ ἂν εἶπε, [340f] ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἄνοπλον φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός; ἀλλʼ οὐδʼ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ [341a] θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον τὸν Σελεύκου, πρὸς Ἀρταξέρξην τὸν Κύρου ἀδελφόν· ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος διʼ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δʼ εἰ μηδὲν ἄλλο, τὸ σῶμʼ ἰδοῦ κατατετρωμένον ἐξ ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν [341b] ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέγθαι· περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς ὄψεις ἀμαυρωθεὶς ἐφʼ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως ἐγένετο· πρὸς Ἀσσακηνοῖς Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας, τουτὶ μὲν αἷμα, οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος·[341c] αὐτὸς δʼ Ἀλέξανδρος ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρον,συνέβη δέ μοι, φησί, καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι εἰς τὸν μηρόν· ἀλλʼ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθʼ ὕστερον ἐκ τῆς πληγῆς ἀπήντησεν. ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος ὑπελάσας δέ τις ἔβαλε κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.
ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἄνοπλον φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός; ἀλλʼ οὐδʼ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ [341a] θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον τὸν Σελεύκου, πρὸς Ἀρταξέρξην τὸν Κύρου ἀδελφόν· ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος διʼ εὐτυχίαν βασιλεύων ἐγήρασεν.
Ἀλεξάνδρου δʼ εἰ μηδὲν ἄλλο, τὸ σῶμʼ ἰδοῦ κατατετρωμένον ἐξ ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν [341b] ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέγθαι· περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς ὄψεις ἀμαυρωθεὶς ἐφʼ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως ἐγένετο· πρὸς Ἀσσακηνοῖς Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας, τουτὶ μὲν αἷμα, οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος·[341c] αὐτὸς δʼ Ἀλέξανδρος ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρον,συνέβη δέ μοι, φησί, καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι εἰς τὸν μηρόν· ἀλλʼ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθʼ ὕστερον ἐκ τῆς πληγῆς ἀπήντησεν. ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος ὑπελάσας δέ τις ἔβαλε κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.
[2.10] εὖγʼ, ὦ Τύχη, τὸν Ἀλέξανδρον αὔξεις καὶ μέγαν ποιεῖς, διορύττουσα πανταχόθεν, ὑπερείπουσα[341d] , πᾶν μέρος ἀνοίγουσα τοῦ σώματος· οὐχ ὥσπερ ἡ Ἀθηνᾶ πρὸ τοῦ Μενελάου τὸ βέλος εἰς τὰ καρτερώτατα τῶν ὅπλων ὑπάγουσα, θώρακι καὶ μίτρᾳ καὶ ζωστῆρι τῆς πληγῆς τὸν τόνον ἀφεῖλε θιγούσης τοῦ σώματος, ὅσον αἵματι πρόφασιν ῥυῆναι, ἀλλὰ γυμνὰ παρέχουσα τοῖς βέλεσι τὰ καίρια, καὶ διʼ ὀστέων έλαύνουσα τὰς πληγάς, καὶ περιτρέχουσα κύκλῳ τὸ σῶμα, καὶ πολιορκοῦσα τὰς ὄψεις, τὰς βάσεις, ἐμποδίζουσα τὰς διώξεις, περισπῶσα τὰς νίκας, ἀνατρέπουσα τὰς ἐλπίδας.
ἐμοὶ μὲν οὐδεὶς βαρυτέρᾳ δοκεῖ κεχρῆσθαι Τύχῃ τῶν βασιλέων, καίτοι πολλοῖς ἐνέπεσε σκληρὰ καὶ [341e] βάσκανος· ἀλλʼ ὡς σκηπτὸς ἀπέκοψε τοὺς ἄλλους καὶ διέφθειρε, πρὸς δʼ Ἀλέξανδρον αὐτῆς τὸ δυσμενὲς γέγονε φιλόνεικον καὶ δύσερι καὶ δυσεκβίαστον, ὥσπερ πρὸς τὸν Ἡρακλέα. ποίους γὰρ Τυφῶνας ἢ πελωρίους γίγαντας οὐκ ἀνέστησεν ἀνταγωνιστὰς ἐπʼ αὐτόν; ἢ τίνας οὐκ ὠχύρωσε τῶν πολεμίων πλήθεσιν ὅπλων ἢ βάθεσι ποταμῶν ἢ τραχύτησι κρημνῶν ἢ θηρίων ἀλκαῖς ἀλλοφύλων; εἰ δὲ μὴ μέγʼ ἦν τὸ Ἀλεξάνδρου φρόνημα μηδʼ ἀπʼ ἀρετῆς ὁρμώμενον μεγάλης ἐξανέφερε καὶ διηρείδετο πρὸς τὴν Τύχην, οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε παραταττόμενος, ἐξοπλιζόμενος, πολιορκῶν[341f] , διώκων ἐν ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς, σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, πρὸς Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν;
[2.11] ἄτοπόν τι δόξω λέγειν, ἐρῶ δʼ ἀληθές· παρὰ μικρὸν διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι. τίς γὰρ ἂν ἐκ θεῶν γεγονὼς ἐπισφαλεῖς οὕτω καὶ πολυπόνους καὶ τλήμονας ἐξεμόχθησεν ἄθλους πλὴν ὁ Διὸς Ἡρακλῆς; [342a] ἀλλʼ ἐκείνῳ μὲν εἷς ἀνὴρ ὑβριστὴς ἐπέταττε λέοντας αἱρεῖν καὶ κάπρους διώκειν καὶ σοβεῖν ὄρνιθας ἵνα μὴ σχολάζῃ τοῖς μείζοσι περιιών, Ἀνταίους κολάζειν καὶ Βουσίριδας παύειν μιαιφονοῦντας· Ἀλεξάνδρῳ δʼ ἐπέταττε ἡ Ἀρετὴ τὸν βασιλικὸν καὶ θεῖον ἆθλον, οὗ τέλος ἦν οὐ χρυσὸς ὑπὸ μυρίων καμήλων περικομιζόμενος οὐδὲ τρυφαὶ Μηδικαὶ καὶ τράπεζαι καὶ γυναῖκες οὐδὲ Χαλυβώνιος οἶνος οὐδʼ Ὑρκανικοὶ ἰχθύες, ἀλλʼ ἑνὶ κόσμῳ κοσμήσαντα πάντας ἀνθρώπους μιᾶς ὑπηκόους ἡγεμονίας καὶ [342b] μιᾶς ἐθάδας διαίτης καταστῆσαι. τοῦτον ἐκ παιδὸς ἔμφυτον ἔχων ἔρωτα, συντρεφόμενον καὶ συναυξανόμενον, ὡς ἀφίκοντο πρέσβεις παρὰ τοῦ Περσῶν βασιλέως πρὸς Φίλιππον, ὁ δʼ οὐκ ἔνδημος ἦν, φιλοφρονούμενος καὶ ξενίζων αὐτοὺς Ἀλέξανδρος οὐδὲν ἠρώτα παιδικόν, οἷον οἱ ἄλλοι, περὶ τῆς χρυσῆς ἀναδενδράδος ἢ τῶν κρεμαστῶν κήπων ἢ πῶς ὁ βασιλεὺς κεκόσμηται, ἀλλʼ ὅλος ἐν τοῖς κυριωτάτοις ἦν τῆς ἡγεμονίας, διαπυνθανόμενος πόση δύναμις ἡ Περσῶν, ποῦ τεταγμένος βασιλεὺς ἐν ταῖς μάχαις διαγωνίζεται (καθάπερ Ὀδυσσεὺς ἐκεῖνος, ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι;), [342c] τίνες ὁδοὶ βραχύταται τοῖς ἄνω πορευομένοις ἀπὸ θαλάττης· ὥστε τοὺς ξένους ἐκπεπλῆχθαι καὶ λέγειν ὡς ὁ παῖς οὗτος βασιλεὺς μέγας, ὁ δʼ ἡμέτερος πλούσιος. ἐπεὶ δὲ Φιλίππου τελευτήσαντος ὥρμητο διαβαλεῖν καὶ ταῖς ἐλπίσιν ἤδη καὶ ταῖς παρασκευαῖς ἐμπεφυκὼς ἔσπευδεν ἅψασθαι τῆς Ἀσίας, ἐνίστατο δὴ ἡ Τύχη καὶ ἀπέστρεφε καὶ ἀνθεῖλκεν ὀπίσω καὶ μυρίας περιέβαλλεν ἀσχολίας καὶ διατριβὰς ἐπιλαμβανομένη· πρῶτον αὐτῷ τὰ βαρβαρικὰ τῶν προσοίκων διετάραξεν, Ἰλλυρικοὺς καὶ Τριβαλλικοὺς μηχανωμένη πολέμους. οἷς μέχρι Σκυθίας τῆς παρʼ Ἴστρον ἀποσπασθεὶς ἀπὸ [342d] τῶν ἄνω πράξεων καὶ περιδραμὼν καὶ κατεργασάμενος πάντα κινδύνοις καὶ ἀγῶσι μεγάλοις, αὖθις ὥρμητο καὶ ἔσπευδε πρὸς τὴν διάβασιν· ἡ δὲ πάλιν αὐτῷ τὰς Θήβας ἐνέσεισε καὶ πόλεμον Ἑλληνικὸν ἐμποδὼν κατέβαλε, καὶ δεινὴν πρὸς ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς διὰ φόνου καὶ σιδήρου καὶ πυρὸς ἀνάγκην ἀμύνης, ἀτερπέστατον τέλος ἔχουσαν.
ἐκ τούτου διέβαινεν, ὡς μὲν Φύλαρχός φησιν, ἡμερῶν τριάκοντʼ ἔχων ἐφόδιον, ὡς δʼ Ἀριστόβουλος, ἑβδομήκοντα τάλαντα· τῶν δʼ οἴκοι κτημάτων καὶ προσόδων βασιλικῶν διένειμε τὰς πλείστας τοῖς ἑταίροις, μόνος δὲ Περδίκκας οὐδὲν [342e] ἔλαβε διδόντος, ἀλλʼ ἠρώτησε, σαυτῷ δὲ τί καταλείπεις, Ἀλέξανδρε; τοῦ δʼ εἰπόντος ὅτι τὰς ἐλπίδας, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς τούτων μεθέξομεν· οὐ γάρ δίκαιον τὰ σὰ λαμβάνειν, ἀλλὰ τὰ Δαρείου περιμένειν.
[2.12] τίνες οὖν ἦσαν αἱ ἐλπίδες ἐφʼ αἷς διέβαινεν εἰς Ἀσίαν Ἀλέξανδρος; οὐ τείχεσι πόλεων μυριάνδρων ἐκμετρουμένη δύναμις οὐδὲ στόλοι διʼ ὀρῶν πλέοντες, οὐδὲ μάστιγες οὐδὲ πέδαι, μανικὰ καὶ βάρβαρα κολαστήρια θαλάττης, ἀλλὰ τὰ μὲν ἐκτὸς ἐν ὀλίγοις ὅπλοις φιλοτιμία πολλὴ καὶ ζῆλος ἡλικίας παραλλήλου καὶ ἅμιλλα περὶ δόξης καὶ ἀρετῆς ἑταίρων· αὐτὸς δʼ εἶχεν ἐν ἑαυτῷ τὰς [342f] μεγάλας ἐλπίδας· εὐσέβειαν περὶ θεούς, πίστιν πρὸς φίλους, εὐτέλειαν, ἐγκράτειαν, ἐμπειρίαν, ἀφοβίαν πρὸς θάνατον, εὐψυχίαν, φιλανθρωπίαν, ὁμιλίαν εὐάρμοστον, ἀψευδὲς ἦθος, εὐστάθειαν ἐν βουλαῖς, τάχος ἐν πράξεσιν, πρῶτα δόξης, προαίρεσιν ἐν τῷ καλῷ καλῷ τελεσιουργόν. Ὅμηρος μὲν ʼγὰρ οὐ πρεπόντως οὐδὲ πιθανῶς τὸ Ἀγαμέμνονος κάλλος ἐκ τριῶν συνήρμοσεν εἰκόνων ὁμοιώσας, [343a] ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. τὴν δʼ Ἀλεξάνδρου φύσιν, εἴπερ ἐκ πολλῶν συνήρμοσε καὶ συνέθηκεν ἀρετῶν ὁ γεννήσας θεός, ἆρʼ οὐκ ἂν εἴποιμεν ἔχειν φρόνημα μὲν τὸ Κύρου, σωφροσύνην δὲ τὴν Ἀγησιλάου, σύνεσιν δὲ τὴν Θεμιστοκλέους, ἐμπειρίαν δὲ τὴν Φιλίππου, τόλμαν δὲ τὴν Βρασίδου, δεινότητα δὲ καὶ πολιτείαν τὴν Περικλέους; τῶν δʼ ἔτι παλαιοτέρων σωφρονέστερος μὲν Ἀγαμέμνονος· ὁ μὲν γὰρ προέκρινε τῆς γαμετῆς τὴν αἰχμάλωτον, ὁ δὲ καὶ πρὶν ἢ γῆμαι [343b] τῶν ἁλισκομένων ἀπείχετο. μεγαλοψυχότερος δʼ Ἀχιλλέως· ὁ μὲν γὰρ χρημάτων ὀλίγων τὸν Ἕκτορος νεκρὸν ἀπελύτρωσεν, ὁ δὲ πολλοῖς χρήμασι Δαρεῖον ἔθαψε· καὶ ὁ μὲν παρὰ τῶν φίλων δῶρα καὶ μισθὸν ἀντὶ τῆς ὀργῆς διαλλαγεὶς ἔλαβεν, ὁ δὲ τοὺς πολεμίους κρατῶν ἐπλούτιζεν. εὐσεβέστερος δὲ Διομήδους· ὁ μὲν γὰρ θεοῖς μάχεσθαι ἦν ἕτοιμος, ὁ δὲ πάντα τοὺς θεοὺς ἐνόμιζε κατορθοῦν. ποθεινότερος δὲ τοῖς προσήκουσιν Ὀδυσσέως· ἐκείνου μὲν γὰρ ἡ τεκοῦσα διὰ λύπην ἀπέθανε, τούτῳ δʼ ἡ τοῦ πολεμίου μήτηρ ὑπʼ εὐνοίας συναπέθανε.
[2.13] Τὸ δʼ ὅλον, εἰ μὲν καὶ Σόλων διὰ Τύχην [343c] ἐπολιτεύσατο καὶ Μιλτιάδης διὰ Τύχην ἐστρατήγησε καὶ Ἀριστείδης ἀπὸ Τύχης ἦν δίκαιος, οὐδὲν ἄρα τῆς Ἀρετῆς ἔργον ἐστίν, ἀλλʼ ὄνομα τοῦτο καὶ λόγος ἔχων δόξαν ἄλλως διέξεισι τοῦ βίου, πλαττόμενος ὑπὸ τῶν σοφιστῶν καὶ τῶν νομοθετῶν. εἰ δὲ τούτων καὶ τῶν ὁμοίων ἀνδρῶν ἕκαστος πένης μὲν ἢ πλούσιος ἢ ἀσθενὴς ἢ ἰσχυρὸς ἢ ἄμορφος ἢ καλὸς ἢ εὔγηρως ἢ ὠκύμορος διὰ τύχην γέγονε μέγαν δὲ στρατηγὸν καὶ μέγαν νομοθέτην καὶ μέγαν ἐν ἀρχαῖς καὶ πολιτείαις ἕκαστος ἑαυτὸν ἀρετῇ καὶ λόγῳ παρέσχηκε, φέρε θεῶ τὸν Ἀλέξανδρον ἅπασι παραβάλλων. Σόλων χρεῶν ἀποκοπὴν[343d] ἐν Ἀθήναις ἐποίησε, σεισάχθειαν προσαγορεύσας· Ἀλέξανδρος δὲ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς ἐξέτισε. Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν· Ἀλέξανδρος δὲ τὰ τῶν Βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας. Βρασίδαν ἐν τῇ Ἑλλάδι περιβόητον ἐποίησε τὸ πρὸς Μεθώνην διαδραμεῖν τὸ στρατόπεδον τῶν πολεμίων βαλλόμενον παρὰ τὴν θάλατταν· Ἀλεξάνδρου δʼ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα καὶ ἄπιστον ἀκούουσι καὶ θεωμένοις φοβερόν, ἐκ τειχῶν ἀφέντος ἑαυτὸν εἰς [343e] τοὺς πολεμίους δόρασι, καὶ βέλεσι. καὶ ξίφεσι γυμνοῖς ἐκδεχομένους, τίνι ἄν τις εἰκάσειεν ἢ πυρὶ κεραυνίῳ ῥαγέντι καὶ φερομένῳ; μετὰ πνεύματος, οἷον ἐπὶ γῆν κατέσκηψε φάσμα Φοίβου φλογοειδέσιν ὅπλοις περιλαμπόμενον; οἱ δὲ τὸ πρῶτον ἐκπλαγέντες ἅμα φρίκῃ διέτρεσαν καὶ ἀνεχώρησαν· εἶθʼ ὡς ἑώρων ἄνθρωπον ἕνα πολλοῖς ἐπιφερόμενον, ἀντέστησαν.
ἐνταῦθʼ ἄρʼ ἡ Τύχη μεγάλα καὶ λαμπρὰ διέφηνεν ἔργα τῆς πρὸς Ἀλέξανδρον εὐμενείας, ὅτʼ αὐτὸν μὲν εἰς χωρίον ἄσημον καὶ βάρβαρον ἐμβαλοῦσα κατέκλεισε καὶ περιετείχισε, τοὺς δʼ ὑπὸ σπουδῆς [343f] ἐπιβοηθοῦντας ἔξωθεν καὶ τῶν τειχῶν ἐφιεμένους, κλάσασα καὶ συντρίψασα τὰς κλίμακας, ὑπεσκέλισε καὶ κατεκρήμνισε. τριῶν δʼ οἵπερ ἔφθησαν μόνοι τοῦ τείχους λαβέσθαι καὶ καθέντες ἑαυτοὺς παραστῆναι τῷ βασιλεῖ, τὸν μὲν εὐθὺς ἀνήρπασε καὶ προανεῖλεν, ὁ δὲ τοξεύμασι πολλοῖς διαπεπαρμένος ὅσον ὁρᾶν καὶ συναισθάνεσθαι μόνον ἀπεῖχε τοῦ [344a] τεθνάναι· κεναὶ δʼ ἔξωθεν προσδρομαὶ καὶ ἀλαλαγμοὶ Μακεδόνων, οὐ μηχανῆς τινος οὐκ ὀργάνων παρόντων, ἀλλʼ ὑπὸ σπουδῆς ξίφεσι τυπτόντων τὰ τείχη καὶ χερσὶ γυμναῖς παραρρῆξαι καὶ μονονοὺ διαφαγεῖν βιαζομένων.
ὁ δʼ εὐτυχὴς βασιλεὺς καὶ ὑπὸ τῆς Τύχης φυλαττόμενος ἀεὶ καὶ δορυφορούμενος, ὥσπερ θηρίον ἄρκυσιν ἐνσχεθείς, ἔρημος καὶ ἀβοήθητος, οὐχ ὑπὲρ Σούσων οὐδὲ Βαβυλῶνος οὐδὲ τοῦ Βάκτρα λαβεῖν οὐδὲ τοῦ μεγάλου Πώρου κρατῆσαι· τοῖς γὰρ ἐνδόξοις καὶ μεγάλοις ἀγῶσι, κἂν δυστυχῶνται, τὸ γοῦν αἰσχρὸν οὐ πρόσεστιν. ἀλλʼ οὕτω δύσερις ἦν καὶ βάσκανος ἡ Τύχη καὶ φιλοβάρβαρος [344b] καὶ μισαλέξανδρος, ὥστε μὴ τὸ σῶμα μόνον αὐτοῦ μηδὲ τὸν βίον, ἀλλὰ καὶ τὴν δόξαν ἀνελεῖν ὅσον ἐφʼ ἑαυτῇ καὶ διαφθεῖραι τὴν εὔκλειαν. οὐ γὰρ παρʼ Εὐφράτην Ἀλέξανδρον ἢ Ὑδάσπην πεσόντα κεῖσθαι δεινὸν ἦν, οὐδʼ ἀγεννὲς ἐν χερσὶ Δαρείου γενόμενον καὶ ἵπποις καὶ ξίφεσι καὶ κοπίσι Περσῶν ἀμυνομένων ὑπὲρ τοῦ βασιλέως ἀποθανεῖν οὐδὲ τῶν Βαβυλῶνος ἐπιβαίνοντα τειχῶν σφαλῆναι καὶ πεσεῖν ἀπʼ ἐλπίδος μεγάλης. οὕτω Πελοπίδας καὶ Ἐπαμεινώνδας· ἀρετῆς ὁ τούτων θάνατος ἦν, οὐ δυστυχίας ἐπὶ τηλικούτοις. τῆς δὲ νῦν ἐξεταζομένης[344c] τύχης οἷον τὸ ἔργον; ἐν ἐσχατιᾷ βαρβάρου παραποταμίας καὶ τείχεσιν ἀδόξου πολίχνης περιβαλούσης καὶ ἀποκρυψάσης τὸν τῆς οἰκουμένης βασιλέα καὶ κύριον, ὅπλοις ἀτίμοις καὶ σκεύεσι τοῖς παρατυχοῦσι τυπτόμενον καὶ βαλλόμενον ἀπολέσθαι. καὶ γὰρ κοπίδι τὴν κεφαλὴν διὰ τοῦ κράνους ἐπλήγη, καὶ βέλει τις ἀπὸ τόξου τὸν θώρακα διέκοψεν, οὗ τοῖς περὶ τὸν μαστὸν ἐνερεισθέντος ὀστέοις καὶ καταπαγέντος ὁ μὲν καυλὸς ἐξεῖχε βαρύνων, τῆς δʼ ἀκίδος ὁ σίδηρος τεττάρων δακτύλων εὖρος ἔσχε καὶ πέντε μῆκος. ἔσχατον δὲ τῶν δεινῶν, ὁ μὲν ἠμύνετο τοὺς κατὰ στόμα καὶ τὸν βαλόντα καὶ πελάσαι τολμήσαντα μετὰ ξίφους [344d] αὐτὸς τῷ ἐγχειριδίῳ φθάσας κατέβαλε καὶ ἀπέκτεινεν· ἐν τούτῳ δέ τις δραμὼν ἐκ μυλῶνος ὑπέρῳ κατὰ τοῦ αὐχένος ὄπισθεν πληγὴν κατήνεγκεν, ἣ συνέχεε τὴν αἴσθησιν αὐτοῦ σκοτωθέντος· ἡ δʼ Ἀρετὴ παρῆν θάρσος μὲν αὐτῷ, ῥώμην δὲ καὶ σπουδὴν τοῖς περὶ αὐτὸν ἐμποιοῦσα. Λιμναῖοι γὰρ καὶ Πτολεμαῖοι καὶ Λεοννάτοι καὶ ὅσοι τὸ τεῖχος ὑπερκαταβάντες ἢ ῥήξαντες ἔστησαν πρὸ αὐτοῦ τεῖχος ἀρετῆς ἦσαν, εὐνοίᾳ καὶ φιλίᾳ τοῦ βασιλέως τὰ σώματα κατὰ πρόσωπον καὶ τὰς ψυχὰς προβαλλόμενοι. οὐ γὰρ διὰ Τύχην ἀγαθῶν βασιλέων ἑταῖροι προαποθνήσκουσιν ἑκουσίως καὶ προκινδυνεύουσιν, [344e] ἀλλʼ ἔρωτι τῆς Ἀρετῆς ὥσπερ ὑπὸ φίλτρων μέλιτται τῷ ἄρχοντι προσέχονται καὶ προσπεφύκασι.
τίς οὖν οὐκ ἂν εἶπε τότε παρὼν ἀκίνδυνος θεατὴς ὅτι Τύχης μέγαν ἀγῶνα καὶ Ἀρετῆς θεᾶται, καὶ τὸ μὲν βάρβαρον παρʼ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δʼ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν διʼ Ἀρετήν; κἂν μὲν ἐκεῖνοι περιγένωνται, Τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον ἂν δʼ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα καὶ φιλία καὶ πίστις ἐξοίσεται τὸ νικητήριον; ταῦτα γάρ μόνα παρῆν Ἀλεξάνδρῳ, τῆς δʼ ἄλλης δυνάμεως καὶ παρασκευῆς καὶ στόλων καὶ ἵππων [344f] καὶ στρατοπέδων μέσον ἔθηκεν ἡ Τύχη τὸ τεῖχος.
ἐτρέψαντο μὲν οὖν τοὺς βαρβάρους οἱ Μακεδόνες, καὶ πεσοῦσιν αὐτοῖς ἐπικατέσκαψαν τὴν πόλιν. Ἀλεξάνδρῳ δʼ οὐδὲν ἦν ὄφελος· ἥρπαστο γὰρ μετὰ τοῦ βέλους, καὶ τὸν κάλαμον ἐν τοῖς σπλάγχνοις εἶχε, καὶ δεσμὸς ἦν αὐτῷ καὶ ἧλος τὸ τόξευμα τοῦ θώρακος πρὸς τὸ σῶμα. καὶ σπάσαι μὲν ὥσπερ [345a] ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους· ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προέχον, ἀλλʼ ἐφοβοῦντο, μή πως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. πολλὴν δʼ ἀπορίαν καὶ διατριβὴν ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ θώρακος ἀποτέμνειν τῷ ξιφιδίῳ τὸν οἰστόν· ἠτόνει δʼ ἡ χεὶρ καὶ βάρος εἶχε ναρκῶδες ὑπὸ φλεγμονῆς τοῦ τραύματος. ἐκέλευεν οὖν ἅπτεσθαι καὶ μὴ δεδιέναι τοὺς ἀτρώτους[345b] θαρρύνων καὶ τοῖς μὲν ἐλοιδορεῖτο κλαίουσι καὶ περιπαθοῦσι, τοὺς δὲ λιποτάκτας ἀπεκάλει, μὴ τολμῶντας αὐτῷ βοηθεῖν· ἐβόα δὲ πρὸς τοὺς ἑταίρους, μηδεὶς ἔστω μηδʼ ὑπὲρ ἐμοῦ δειλός· ἀπιστοῦμαι μὴ φοβεῖσθαι θάνατον, εἰ τὸν ἐμὸν φοβεῖσθʼ ὑμεῖς.
Ὁ Διαφορεύς παρῆν