Pular para o conteúdo

Περὶ φιλαδελφίας

Plutarch · Parte 483

[483a] κἀμοὶ τοῦτο παραδοὺς τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς, ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός.