Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 770

καὶ γὰρ ὁ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς καὶ τοὺς θεοὺς Ἔρωτος ἡ φύσις ἀποδείκνυσι δεομένους. οὕτω γάρ “ἐρᾶν μὲν ὄμβρου γαῖαν”[476] οἱ ποιηταὶ λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δʼ ἡλίου σελήνην[477] οἱ φυσικοὶ καὶ συγγίγνεσθαι καὶ κυεῖσθαι· καὶ γῆν δʼ ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων [770b] γένεσιν[478] οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, ὅταν ὁ δεινὸς ἔρως ἢ ἵμερος[479] τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν[480]; ἀλλʼ ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν ἢ κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς[481] ἀβεβαιότητα πολλὰ λέγουσι[482] καὶ σκώπτουσι λέγοντες, ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι[483] τὴν φιλίαν, αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εἶθʼ ὡς ἐκ γῆς[484] πολεμίας ἀναστρατοπεδεύειν· ἔτι[485] δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν [770c] τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς[486] τυραννίδος ἀπαλλαττομένους ὑπʼ αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν· τὰ δʼ ὑπʼ[487] Εὐριπίδου ῥηθέντʼ ἐστὶ κομψά· ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἢδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον […] [488] ἐκδέχεται μόνον […] οὐδὲν πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλʼ ἄχρι τάφων καὶ μνημάτων παραμένει· καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, [770d] πάσης πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας· βούλομαι δʼ ἕν τι τῶν καθʼ ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν.”