ὡς Εὐριπίδης φησὶ “διʼ ἀπειροσύνην ἄλλου βιότου” μᾶλλον δὲ λήθην ὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν. [764f] ὥσπερ γὰρ εἰς φῶς πολὺ καὶ λαμπρὸν ἀνεγρομένων ἐξοίχεται πάντα τῆς ψυχῆς τὰ καθʼ ὕπνους φανέντα καὶ διαπέφευγεν, οὕτω τῶν γενομένων ἐνταῦθα καὶ μεταβαλόντων[352] ἐκπλήττειν ἔοικε τὴν μνήμην καὶ φαρμάττειν τὴν διάνοιαν ὁ ἣλιος, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐκλανθανομένων ἐκείνων. καίτοι τὸ γʼ ὕπαρ ὡς ἀληθῶς ἐκεῖ καὶ περὶ ἐκεῖνα τῆς ψυχῆς ἐστι, δευρὶ δὲ […] [353] τῶν ἐνυπνίων ἀσπάζεται[354] καὶ τέθηπε τὸ κάλλιστον καὶ θειότατον. “ἀμφὶ δὲ οἱ δολόεντα φιλόφρονα χεῦεν[355] ὄνειρα,”[356] πᾶν ἐνταῦθα πειθομένῃ[357] τὸ καλὸν εἶναι καὶ τίμιον, ἂν μὴ τύχῃ θείου καὶ σώφρονος Ἔρωτος ἰατροῦ καὶ σωτῆρος καὶ ἡγεμόνος ὃς[358] διὰ σωμάτων ἀφικόμενος [765a] ἀγωγὸς ἐπὶ τὴν ἀλήθειαν ἐξ Ἅιδου καί “τὸ ἀληθείας πεδίον”[359], οὗ τὸ πολὺ καὶ καθαρὸν καὶ ἀψευδὲς ἵδρυται κάλλος, ἀσπάσασθαι καὶ συγγενέσθαι διὰ χρόνου ποθοῦντας ἐξαναφέρων καὶ ἀναπέμπων εὐμενὴς οἷον ἐν τελετῇ παρέστη μυσταγωγός. ἐνταῦθα δὲ[360] πάλιν πεμπομένων αὐτῇ μὲν οὐ πλησιάζει[361] ψυχῇ[362] καθʼ ἑαυτήν, ἀλλὰ[363] διὰ σώματος. ὡς,δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφʼ ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν, [765b],καὶκύβων καὶ δωδεκαέδρων προτείνουσιν· οὕτως ἡμῖν ὁ οὐράνιος Ἔρως ἔσοπτρα καλῶν καλά, θνητὰ μέντοι θεῶν[364] παθητὰ καὶ νοητῶν αἰσθητὰ μηχανώμενος ἔν τε σχήμασι καὶ χρώμασι καὶ εἴδεσι νέων ὥρᾳ στίλβοντα[365] δείκνυσι καὶ κινεῖ τὴν μνήμην ἀτρέμα διὰ τούτων ἀναφλεγομένην τὸ πρῶτον[366]. ὅθεν διὰ σκαιότητος[367] ἔνιοι φίλων καὶ οἰκείων, σβεννύναι πειρωμένων βίᾳ καὶ ἀλόγως τὸ πάθος, οὐδὲν ἀπέλαυσαν αὐτοῦ χρηστὸν ἀλλʼ ἢ καπνοῦ καὶ ταραχῆς ἐνέπλησαν ἑαυτοὺς ἢ πρὸς ἡδονὰς σκοτίους[368] καὶ παρανόμους [765c] ῥυέντες ἀκλεῶς[369] ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετʼ αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐγὴν δὲ καὶ φῶς ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις[370] εἶπε, κινούσης ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν[371] δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη[372] πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, ἐκκαλούμενοι[373] τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων τὰ[374] πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ [765d] καλοῦ καὶ εἴδωλον ἐν ταῖς διανοίαις ἔχωσιν[375] εἰ δὲ μή, χαίρειν ἐῶσι καὶ τρέπονται πρὸς ἑτέρους ὥσπερ αἱ μέλιτται πολλὰ τῶν χλωρῶν καὶ ἀνθηρῶν μέλι δʼ οὐκ ἐχόντων ἀπολιπόντες· ὅπου δʼ ἂν ἔχωσιν[376] ἴχνος τι τοῦ θείου καὶ ἀπορροὴν καὶ ὁμοιότητα σαίνουσαν, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐνθουσιῶντες καὶ περισπῶντες[377], εὐπαθοῦσι[378] τῇ μνήμῃ καὶ ἀναλάμπουσι πρὸς ἐκεῖνο τὸ ἐράσμιον ἀληθῶς καὶ μακάριον καὶ φίλιον ἅπασι καὶ ἀγαπητόν.”