ὦ παῖδες, οἳ[250] χαρίτων τε καὶ πατέρων λάχετʼ[251] ἐσθλῶν,[252] [761b]
μὴ φθονεῖθʼ[253] ὥρας ἀγαθοῖσιν ὁμιλίαν[254]·
σὺν γὰρ ἀνδρείᾳ[255] καὶ ὁ λυσιμελὴς Ἔρως
ἐνὶ[256] Χαλκιδέων θάλλει πόλεσιν.
Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δʼ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις[257] Διονύσιος[258] ὁ ποιητὴς ἱστόρησε[259]. παρʼ ὑμῖν δʼ, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας[260] ἐγγραφόμενον; ἢλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον[261] ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρʼ ἐραστήν, ἵνʼ οὕτω γένηται τὸ [761c] “ἀσπὶς δʼ ἀσπίδʼ[262] ἔρειδε κόρυς δὲ κόρυν,” ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα[263] τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ[264] καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις ἔπεισιν[265] ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον[266] ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ[267] ἐρώμενος ἴδῃ[268] κατὰ νώτου τετρωμένον. [761d] οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν[269] ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ[270] Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον[271] καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω […] [272] φοβερώτατον[273] γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς[274] ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι [761e] μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου· καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον “Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν.”[275] εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δʼ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ[276] ἀποθνήσκειν. εἰ δέ πού[277] τι καὶ μύθων πρὸς πίστιν ὄφελός [761f] ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς[278], ἅπαντας
οὔτε τοὐπιεικὲς[279] οὔτε τὴν χάριν
οἶδεν[280], μόνην δʼ ἔστερξε[281] τὴν ἁπλῶς δίκην·