Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 753

σχεδὸν ἡμεῖς ἔτεσι[93] τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶ[94] φοίνικας ἢ σῦκ̓[95] ἐρινεοῖς, ὄμφακα καὶ [753b] ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται· τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς[96] ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα[97] λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δʼ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω[98] περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.”