Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 7

[7] ΑΥΤΟΒΟΥΛΟΣ. “λέγω τοίνυν” ὁ Πεισίας ἔφη “προκηρύξας ἐμοῦ· γʼ ἕνεκα πάσαις γυναιξὶν ἂν[81] ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθωμεν[82] ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες μέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου [752f] συνελθὸντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ· ταύτην δʼ ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν[83] οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ[84] χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίους[85] καὶ κενάς[86], ὑφʼ ὧν [753a] ἐπαιρόμεναι πολλάκις ἀποπέτονται· κἂν μένωσι[87], χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός.”