[5] ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος “εὖ γε νὴ Δίʼ” ἔφη “τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, [751c]
ἔσθʼ[43] ἥβης ἐρατοῖσιν ἐπʼ ἄνθεσι παιδοφιλήσῃ
μηρῶν ἱμείρων[44] καὶ γλυκεροῦ στόματος.
πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα
σέβας δὲ μηρῶν ἁγνὸν[45] οὐκ ἐπῃδέσω[46],
ὦ δυσχάριστε τῶν πυκνῶν[47] φιλημάτων