[26] ΑΥΤΟΒΟΥΛΟΣ. [771d] ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν[511] ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα “θᾶττον ἢ βάδην” πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος[512] “οὐ πόλεμὸν γʼ ὦ Διόγενες, ἀπαγγέλλων,”[513] ἐκεῖνον “οὐκ εὐφημήσετε” φάναι “γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης;” πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι[514], εἰ ἔτι χαλεπός ἐστι. “πρῶτος μὲν οὖν” ἔφη[515] “συνεχώρησε[516] τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν [771e] ἱμάτιον λαβὼν[517] οἷός ἐστιν ἡγεῖσθαι διʼ ἀγορᾶς πρὸς τὸν θεόν.” “ἀλλʼ ἴωμεν, ναὶ μὰ Δία” τὸν πατέρα εἰπεῖν “ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ[518] καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.”