Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 23

[23] ΑΥΤΟΒΟΥΛΟΣ. “πολλῶν δὲ τοιούτων γεγονότων καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς βαρβάροις, τίς ἂν[440] ἀνάσχοιτο τῶν τὴν Ἀφροδίτην λοιδορούντων, ὡς Ἔρωτι προσθεμένη καὶ παροῦσα κωλύει φιλίαν γενέσθαι; τὴν μὲν οὖν[441] πρὸς ἄρρενʼ, ἄρρενος ὁμιλίαν, μᾶλλον δʼ ἀκρασίαν καὶ ἐπιπήδησιν, εἴποι τις ἂν ἐννοήσας “ὕβρις τάδʼ οὐχὶ[442] Κύπρις ἐξεργάζεται.”[443] διὸ τοὺς μὲν ἡδομένους τῷ πάσχειν εἰς τὸ χείριστον τιθέμενοι γένος κακίας οὔτε πίστεως μοῖραν [768f] οὔτʼ αἰδοῦς οὔτε φιλίας[444] νέμομεν, ἀλλʼ ὡς ἀληθῶς κατὰ[445] τὸν Σοφοκλέα

φίλων τοιούτων οἱ μὲν ἐστερημένοι
χαίρουσιν[446], οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν.