Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 18

[18] ΑΥΤΟΒΟΥΛΟΣ. ἡσθεὶς οὖν ὁ Ζεύξιππος “ὦ Ἡράκλεις” εἶπεν “ὡς ὀλίγου διελύσατο πρὸς Ἄνυτον τὴν ἀπὸ Σωκράτους; καὶ φιλοσοφίας πατρικὴν ἔχθραν, εἰ πρᾶος ἦν οὕτω περὶ ἔρωτα καὶ γενναῖος.” “εἶεν” εἶπεν ὁ πατήρ· “ἐκ δὲ δυσκόλων καὶ σκυθρωπῶν τοῖς συνοῦσιν οὐ[292] ποιεῖ φιλανθρωποτέρους καὶ ἡδίους; “ αἰθομένου γὰρ πυρὸς γεραρώτερον οἶκον[293] ἰδέσθαι”[294] καὶ ἄνθρωπον ὡς ἔοικε φαιδρότερον ὑπὸ τῆς ἐρωτικῆς θερμότητος. ἀλλʼ οἱ πολλοὶ παράλογόν τι πεπόνθασιν ἂν μὲν ἐν οἰκίᾳ νύκτωρ σέλας ἴδωσι, [762e] θεῖον ἡγοῦνται καὶ θαυμάζουσι· ψυχὴν δὲ μικρὰν καὶ ταπεινὴν καὶ ἀγεννῆ ὁρῶντες ἐξαίφνης ὑποπιμπλαμένην φρονήματος, ἐλευθερίας, φιλοτιμίας, χάριτος, ἀφειδίας, οὐκ ἀναγκάζονται λέγειν ὡς ὁ Τηλέμαχος “ἦ μάλα τις θεὸς ἔνδον.”[295]” “ἐκεῖνο δʼ” εἶπεν ὁ Δαφναῖος[296] “πρὸς Χαρίτων οὐ δαιμόνιον; ὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν ἁπάντων περιφρονῶν, οὐ μόνον ἑταίρων καὶ οἰκείων[297], ἀλλὰ καὶ νόμων καὶ ἀρχόντων καὶ βασιλέων, φοβούμενος δὲ μηδὲν μηδὲ θαυμάζων μηδὲ θεραπεύων, ἀλλὰ καὶ τὸν “αἰχματὰν κεραυνὸν”[298] οἷος ὢν ὑπομένειν, ἅμα τῷ τὸν καλὸν ἰδεῖν [762f] “ἔπτηξʼ ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν,”[299] καὶ τὸ θράσος ἐκκέκλασται καὶ κατακέκοπται οἱ τὸ τῆς ψυχῆς γαῦρον. ἄξιον δὲ Σαπφοῦς[300] παρὰ ταῖς Μούσαις μνημονεῦσαι· τὸν μὲν γὰρ Ἡφαίστου παῖδα Ῥωμαῖοι Κᾶκον[301] ἱστοροῦσι πῦρ καὶ φλόγας ἀφιέναι διὰ τοῦ στόματος ἔξω ῥεούσας· αὕτη δʼ ἀληθῶς μεμιγμένα πυρὶ φθέγγεται καὶ διὰ τῶν μελῶν ἀναφέρει τὴν ἀπὸ τῆς καρδίας θερμότητα “Μούσαις εὐφώνοις ἰωμένη τὸν ἔρωτα” κατὰ Φιλόξενον[302]. ἀλλʼ [763a] εἴ τι μὴ διὰ[303] Λύσανδρον, ὦ Δαφναῖε, τῶν παλαιῶν ἐκλέλησαι παιδικῶν[304], ἀνάμνησον ἡμᾶς, ἐν οἷς ἡ καλὴ Σαπφὼ λέγει τῆς ἐρωμένης ἐπιφανείσης τήν τε φωνὴν ἴσχεσθαι καὶ; φλέγεσθαι[305] τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν[306] καὶ ἴλιγγον.” λεχθέντων οὖν ὑπὸ τοῦ Δαφναίου τῶν μελῶν ἐκείνων, “ὡς” […] [307] ὑπολαβὼν ὁ πατήρ “ταῦτʼ” εἶπεν “ὦ πρὸς τοῦ Διός, οὐ θεοληψία καταφανής; οὗτος οὐ[308] δαιμόνιος σάλος τῆς ψυχῆς; τί τοσοῦτον ἡ Πυθία πέπονθεν ἁψαμένη τοῦ τρίποδος; τίνα τῶν ἐνθεαζομένων οὕτως ὁ αὐλὸς καὶ τὰ μητρῷα καὶ τὸ [763b] τύμπανον ἐξίστησιν; ἡμῖν[309] ταὐτὸ[310] σῶμα πολλοὶ καὶ ταὐτὸ[311] κάλλος ὁρῶσιν, εἴληπται δʼ εἷς ὁ ἐρωτικός διὰ τίνʼ[312] αἰτίαν; οὐ γὰρ μανθάνομὲν γέ που τοῦ Μενάνδρου[313] λέγοντος οὐδὲ συνίεμεν[314],

καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δʼ εἴσω δὴ[315] τιτρώσκεται.